< Προς Εβραιους 6 >
1 Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον ἐπὶ τὴν τελειότητα φερώμεθα μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ θεόν,
For this reason, having left the word of the beginning of the Christ, we may advance to perfection, not laying again a foundation of conversion from dead works, and of faith on God,
2 βαπτισμῶν (διδαχῆς, *NK(o)*) ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. (aiōnios )
of the teaching of immersions, also of laying on of hands, also of [the] resurrection of the dead, and of continuous judgment, (aiōnios )
3 καὶ τοῦτο (ποιήσομεν *NK(o)*) ἐάνπερ ἐάνπερ ἐπιτρέπῃ ὁ θεός.
and this we will do, if God may permit,
4 ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου
for [it is] impossible for those once enlightened, having also tasted of the heavenly gift, and having become partakers of the Holy Spirit,
5 καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, (aiōn )
and tasted the good saying of God, also the powers of the coming age, (aiōn )
6 καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας.
and having fallen away, to renew [them] again to conversion, having crucified to themselves the Son of God again, and exposed to public shame.
7 Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ᾽ αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι᾽ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ θεοῦ·
For the earth, having drunk in the rain coming on it many times, and is bringing forth herbs fit for those because of whom it is also dressed, partakes of blessing from God,
8 ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.
but that which is bearing thorns and briers [is] disapproved of, and near to cursing, whose end [is] for burning;
9 Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν.
but we are persuaded, concerning you, beloved, the things that are better, and accompanying salvation, though even thus we speak,
10 οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ (τοῦ κόπου *K*) τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
for God is not unrighteous to forget your work, and the labor of love that you showed to His Name, having ministered to the holy ones and ministering;
11 ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους·
and we desire each one of you to show the same diligence, to the full assurance of the hope to the end,
12 ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
that you may not become slothful, but followers of those who through faith and patient endurance are inheriting the promises.
13 τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός, ἐπεὶ κατ᾽ οὐδενὸς εἶχεν μείζονος ὀμόσαι, ὤμοσεν καθ᾽ ἑαυτοῦ
For God, having made promise to Abraham, seeing He was not able to swear by [any] greater, swore by Himself,
14 λέγων· (εἰ *N(k)O*) μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε·
saying, “Blessing I will indeed bless you, and multiplying I will multiply you”;
15 καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας.
and so, having patiently endured, he obtained the promise;
16 ἄνθρωποι (μὲν *k*) γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος·
for men swear by the greater, and the oath [is] for confirmation of the end of all their controversy,
17 ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ,
in which God, more abundantly willing to show to the heirs of the promise the immutability of His counsel, interposed by an oath,
18 ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι (τὸν *n*) θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος·
that through two immutable things, in which [it is] impossible for God to lie, we may have a strong comfort, having fled for refuge, to lay hold on the hope being set before [us],
19 ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
which we have, as an anchor of the soul, both sure and steadfast, and entering into that within the veil,
20 ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. (aiōn )
to where a forerunner entered for us—Jesus, having become Chief Priest throughout the age after the order of Melchizedek. (aiōn )