< Προς Εβραιους 10 >

1 Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ᾽ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε (δύναται *NK(o)*) τοὺς προσερχομένους τελειῶσαι·
For the law, having a shadow of the coming good things, not the image itself of the things, can never, by the same sacrifices which they offer continually yearly, perfect those who approach.
2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ (κεκαθαρισμένους. *N(K)O*)
Since, would they not indeed have ceased being offered, on account of the worshippers once purged having no longer any conscience of sins?
3 ἀλλ᾽ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ᾽ ἐνιαυτόν·
But in these [there is] a calling to mind of sins yearly.
4 ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
For blood of bulls and goats [is] incapable of taking away sins.
5 Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι·
Wherefore coming into the world he says, Sacrifice and offering thou willedst not; but thou hast prepared me a body.
6 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας·
Thou tookest no pleasure in burnt-offerings and sacrifices for sin.
7 τότε εἶπον· ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου.
Then I said, Lo, I come (in [the] roll of the book it is written of me) to do, O God, thy will.
8 ἀνώτερον λέγων ὅτι (θυσίας *N(K)O*) καὶ (προσφορὰς *N(K)O*) καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ (τόν *k*) νόμον προσφέρονται,
Above, saying Sacrifices and offerings and burnt-offerings and sacrifices for sin thou willedst not, neither tookest pleasure in (which are offered according to the law);
9 τότε εἴρηκεν· ἰδοὺ ἥκω τοῦ ποιῆσαι (ὁ θεός *K*) τὸ θέλημά σου. ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ·
then he said, Lo, I come to do thy will. He takes away the first that he may establish the second;
10 ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν (οἱ *k*) διὰ τῆς προσφορᾶς τοῦ σώματος (τοῦ *k*) Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
by which will we have been sanctified through the offering of the body of Jesus Christ once for all.
11 Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ᾽ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας·
And every priest stands daily ministering, and offering often the same sacrifices, which can never take away sins.
12 (οὗτος *N(k)O*) δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ,
But he, having offered one sacrifice for sins, sat down in perpetuity at [the] right hand of God,
13 τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ.
waiting from henceforth until his enemies be set [for the] footstool of his feet.
14 μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
For by one offering he has perfected in perpetuity the sanctified.
15 μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον· μετὰ γὰρ τὸ (εἰρηκέναι· *N(K)O*)
And the Holy Spirit also bears us witness [of it]; for after what was said:
16 αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν καὶ ἐπὶ (τὴν διάνοιαν *N(k)O*) αὐτῶν ἐπιγράψω αὐτούς·
This [is] the covenant which I will establish towards them after those days, saith [the] Lord: Giving my laws into their hearts, I will write them also in their understandings;
17 καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ (μνησθήσομαι *N(k)O*) ἔτι.
and their sins and their lawlessnesses I will never remember any more.
18 ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
But where there [is] remission of these, [there is] no longer a sacrifice for sin.
19 Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ,
Having therefore, brethren, boldness for entering into the [holy of] holies by the blood of Jesus,
20 ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ᾽ ἔστιν τῆς σαρκὸς αὐτοῦ,
the new and living way which he has dedicated for us through the veil, that is, his flesh,
21 καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ,
and [having] a great priest over the house of God,
22 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ (λελουσμένοι *N(k)O*) τὸ σῶμα ὕδατι καθαρῷ.
let us approach with a true heart, in full assurance of faith, sprinkled as to our hearts from a wicked conscience, and washed as to our body with pure water.
23 κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος,
Let us hold fast the confession of the hope unwavering, (for he [is] faithful who has promised; )
24 καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων
and let us consider one another for provoking to love and good works;
25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
not forsaking the assembling of ourselves together, as the custom [is] with some; but encouraging [one another], and by so much the more as ye see the day drawing near.
26 Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκέτι οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,
For where we sin wilfully after receiving the knowledge of the truth, there no longer remains any sacrifice for sins,
27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
but a certain fearful expectation of judgment, and heat of fire about to devour the adversaries.
28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει·
Any one that has disregarded Moses' law dies without mercy on [the testimony of] two or three witnesses:
29 πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας;
of how much worse punishment, think ye, shall he be judged worthy who has trodden under foot the Son of God, and esteemed the blood of the covenant, whereby he has been sanctified, common, and has insulted the Spirit of grace?
30 οἴδαμεν γὰρ τὸν εἰπόντα· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω (λέγει κύριος· *K*) καὶ πάλιν· κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ.
For we know him that said, To me [belongs] vengeance; I will recompense, saith the Lord: and again, The Lord shall judge his people.
31 φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος.
[It is] a fearful thing falling into [the] hands of [the] living God.
32 Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,
But call to mind the earlier days in which, having been enlightened, ye endured much conflict of sufferings;
33 τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες·
on the one hand, when ye were made a spectacle both in reproaches and afflictions; and on the other, when ye became partakers with those who were passing through them.
34 καὶ γὰρ τοῖς (δεσμίοις *N(K)O*) συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε γινώσκοντες ἔχειν (ἐν *k*) (ἑαυτοὺς *N(k)O*) (κρείττονα *NK(o)*) ὕπαρξιν (ἐν οὐρανοῖς *K*) καὶ μένουσαν.
For ye both sympathised with prisoners and accepted with joy the plunder of your goods, knowing that ye have for yourselves a better substance, and an abiding one.
35 μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν.
Cast not away therefore your confidence, which has great recompense.
36 ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.
For ye have need of endurance in order that, having done the will of God, ye may receive the promise.
37 ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει.
For yet a very little while he that comes will come, and will not delay.
38 ὁ δὲ δίκαιός (μου *NO*) ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
But the just shall live by faith; and, if he draw back, my soul does not take pleasure in him.
39 ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
But we are not drawers back to perdition, but of faith to saving [the] soul.

< Προς Εβραιους 10 >