< Προς Γαλατας 4 >
1 Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν·
再說:承繼人幾時還是孩童,雖然他是一切家業的主人,卻與奴隸沒有分別,
2 ἀλλ᾽ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός.
仍屬於監護人和代理人的權下,直到父親預定的期限。
3 οὕτως καὶ ἡμεῖς ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου (ἤμεθα *N(k)O*) δεδουλωμένοι·
同樣,當我們以前還作孩童的時候,我們是隸屬今世的蒙學權下;
4 ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
但時期一滿,天主就派遣了自己的兒子來,生於女人,生於法律之下,
5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
為把在法律之下的人贖出來,使我們獲得義子的地位。
6 ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας (ἡμῶν *N(K)O*) κρᾶζον· αββα ὁ πατήρ.
為證實你們確實的天主的子女,天主派遣了自己兒子的聖神,到我們內心喊說:「阿爸,父啊! 」
7 ὥστε οὐκέτι οὐκέτι εἶ δοῦλος ἀλλ᾽ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ θεοῦ (Χριστοῦ. *K*)
所以你已不再是奴隸,而是兒子了;如果是兒子,賴天主的恩寵,也成了承繼人。
8 Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσιν θεοῖς·
當你們還不認識天主的時候,服事了一些本來不是神的神;
9 νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν (δουλεύειν *NK(o)*) θέλετε;
但如今你們認識了天主,更好說為天主所認識;那麼,你們怎麼又再回到那無能無用的蒙學裏去,情願再作他們的奴隸呢﹖
10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς.
你們竟又謹守某日、某月、某時、某年!
11 φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
我真為你們擔心,怕我白白地為你們辛苦了。
12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ κἀγὼ ὡς ὑμεῖς. Ἀδελφοί, δέομαι ὑμῶν· οὐδέν με ἠδικήσατε.
弟兄們! 我懇求你們要像我一樣,因為我曾一度也像你們一樣。你們一點也沒有虧負過我。
13 οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον,
你們知道:當我初次給你們宣講福音時,正當我身患重病,
14 καὶ τὸν πειρασμὸν (ὑμῶν *N(K)O*) (τὸν *k*) ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλ᾽ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
雖然我的病勢為你們是個試探,你們卻沒有輕看我,也沒有厭棄我,反接待我有如一位天主的天使,有如基督耶穌。
15 (Ποῦ *N(K)O*) οὖν (ἦν *k*) ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατόν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες (ἂν *k*) ἐδώκατέ μοι.
那麼,你們當日所慶幸的在那裡呢﹖我敢為你們作證:如若可能,你們那時也會把你們的眼睛挖出來給我。
16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;
那麼,只因我給你們說實話,就成了你們的仇人嗎﹖
17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλ᾽ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
那些人對你們表示關心,並不懷好好意; 他們只是願意使你們與我隔絕,好叫你們也關心他們。
18 καλὸν δὲ (τὸ *k*) ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς,
受人關心固然是好的,但應懷好意,且該常常如此,並不單是我在你們中間的時候。
19 (τέκνα *N(k)O*) μου, οὓς πάλιν ὠδίνω (μέχρις *N(k)O*) οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.
我的孩子們! 我願為你們再受產痛,直到基督在你們內形成為止。
20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
恨不得我現今就在你們跟前,改變我的聲調,因為我對你們實在放心不下。
21 Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;
你們願意屬於法律的,請告訴我:你們沒有聽見法律說什麼嗎﹖
22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.
法律曾記載說:亞巴郎有兩個兒子:一個生於婢女,一個生於自由的婦人。
23 ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας δι᾽ (τῆς *k*) ἐπαγγελίας.
那生於婢女的,是按常例而生的;但那生於自由婦人的,卻是因恩許而生的。
24 ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν (αἱ *k*) δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα ἥτις ἐστὶν Ἁγάρ.
這都含有寓意:那兩個婦人是代表兩個盟約:一是出於西乃山,生子為奴,那即是哈加爾──
25 τὸ (δὲ *N(k)O*) Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει (γὰρ *N(k)O*) μετὰ τῶν τέκνων αὐτῆς.
西乃山是在阿剌伯──這哈加爾相當於現在的耶路撒冷,因為耶路撒冷與她的子女同為奴隸。
26 ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστὶν ἥτις ἐστὶν μήτηρ (πάντων *K*) ἡμῶν·
然而那屬於天上的耶路撒冷卻是自由的,她就是我們的母親:
27 γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
誠如經上記載說:『不生育的石女,喜樂罷! 未經產痛的女人,歡呼高唱罷! 因為被棄者的子女比有夫者的子女還多。』
28 (ὑμεῖς *N(K)O*) δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα (ἐστέ. *N(K)O*)
弟兄們! 你們像依撒格一樣,是恩許的子女。
29 ἀλλ᾽ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ πνεῦμα οὕτως καὶ νῦν·
但是,先前那按常例而生的怎樣迫害了那按神恩而生的,如今還是這樣。
30 ἀλλὰ τί λέγει ἡ γραφή; ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ (κληρονομήσει *N(k)O*) ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
然而經上說了什麼﹖『你將婢女和她的兒子趕走,因為婢女的兒子不能與自由婦人的兒子,一同承受家業。』
31 (διό, *N(k)O*) ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας·
所以,弟兄們,我們不是婢女的子女,而是自由婦人的子女。