< Προς Εφεσιους 2 >

1 Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις (ὑμῶν, *no*)
You were made alive when you were dead in your transgressions and sins,
2 ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, (aiōn g165)
in which you once walked according to the course of this world, according to the prince of the power of the air, the spirit who now works in the children of disobedience; (aiōn g165)
3 ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν καὶ (ἤμεθα *N(k)O*) τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί.
among whom we also all once lived in the lust of our flesh, doing the desires of the flesh and of the mind, and were by nature children of wrath, even as the rest.
4 Ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,
But God, being rich in mercy, for his great love with which he loved us,
5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ, χάριτί ἐστε σεσῳσμένοι.
even when we were dead through our trespasses, made us alive together with Messiah (by grace you have been saved),
6 καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ,
and raised us up with him, and made us to sit with him in the heavenly places in Messiah Yeshua,
7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις (τὸ ὑπερβάλλον πλοῦτος *N(k)O*) τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾽ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. (aiōn g165)
that in the ages to come he might show the exceeding riches of his grace in kindness toward us in Messiah Yeshua; (aiōn g165)
8 Τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ (τῆς *k*) πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον,
for by grace you have been saved through faith, and that not of yourselves; it is the gift of God,
9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.
not of works, that no one would boast.
10 αὐτοῦ γάρ ἐσμεν ποίημα κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεός, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
For we are his workmanship, created in Messiah Yeshua for good works, which God prepared before that we would walk in them.
11 Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,
Therefore remember that once you, the non-Jews in the flesh, who are called "uncircumcision" by that which is called "circumcision," (in the flesh, made by hands);
12 ὅτι ἦτε (ἐν *k*) τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ·
that you were at that time separate from Messiah, alienated from the commonwealth of Israel, and foreigners to the covenants of the promise, having no hope and without God in the world.
13 νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
But now in Messiah Yeshua you who once were far away have been brought near by the blood of Messiah.
14 αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας,
For he is our peace, who made both one, and broke down the middle wall of partition,
15 τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν (αὐτῷ *N(k)O*) εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην,
having abolished in the flesh the hostility, the law of commandments contained in ordinances, that he might create in himself one new man of the two, making peace;
16 καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ·
and might reconcile them both in one body to God through the cross, by which he put to death their enmity.
17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ (εἰρήνην *no*) τοῖς ἐγγύς,
He came and preached peace to you who were far off and peace to those who were near.
18 ὅτι δι᾽ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.
For through him we both have our access in one Ruach to the Father.
19 Ἄρα οὖν οὐκέτι οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλ᾽ (ἐστὲ *no*) συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ
So then you are no longer foreigners and noncitizens, but you are fellow citizens with the kadoshim, and of the household of God,
20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ
being built on the foundation of the emissaries and prophets, Messiah Yeshua himself being the chief cornerstone;
21 ἐν ᾧ πᾶσα (ἡ *k*) οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ,
in whom the whole building, fitted together, grows into a holy temple in the Lord;
22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι.
in whom you also are built together for a habitation of God in the Ruach.

< Προς Εφεσιους 2 >