< Πραξεις 8 >

1 Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες (δὲ *N(k)O*) διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας πλὴν τῶν ἀποστόλων.
And Saul was well pleased with his slaughter. And at that time there was a great persecution against the congregation in Jerusalem; and they were all dispersed through the regions of Judea, and Samaria, except the Apostles.
2 συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ (ἐποίησαν *N(k)O*) κοπετὸν μέγαν ἐπ᾽ αὐτῷ.
And devout men carried away Stephen, and made great lamentation for him.
3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
But Saul made havoc of the congregation, entering into houses, and dragging men and whom, whom he committed to prison.
4 Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
Nevertheless, they who were dispersed, went about declaring the glad tidings of the word.
5 Φίλιππος δὲ κατελθὼν εἰς (τὴν *no*) πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν.
Then came Philip to the city of Samaria, and announced the Messiah to them.
6 προσεῖχον (δὲ *N(k)O*) οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει·
And the people unanimously attended to the things that were spoken by Philip; as they heard them, and saw the miracles which he performed.
7 (πολλοὶ *N(k)O*) γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ (ἐξήρχοντο, *N(k)O*) πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν·
For, unclean spirits, which had possessed many, crying with a loud voice, came out of them; and many, who were paralytic and lame, were healed.
8 (Καὶ *k*) ἐγένετο (δὲ *no*) (πολλὴ *N(k)O*) χαρὰ ἐν τῇ πόλει ἐκείνῃ.
And there was great joy in that city.
9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστάνων τὸ ἔθνος τῆς Σαμαρείας λέγων εἶναί τινα ἑαυτὸν μέγαν·
But there was a certain man named Simon, who had, before, in that city, used magic, and astonished the nation of Samaria; pretending himself to be some extraordinary person:
10 ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· οὗτός ἐστιν ἡ δύναμις τοῦ θεοῦ ἡ (καλουμένη *NO*) μεγάλη.
to whom they all paid regard, from the least to the greatest, saying, This man is the great power of God.
11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς·
And they paid regard to him; because he had, for a long time, astonished them wit his enchantments.
12 ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ (τὰ *k*) περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος (τοῦ *k*) Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
But when they gave credit to Philip, declaring the glad tidings concerning the kingdom of God, and the name of Jesus Christ: they were immersed, both men and women.
13 ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο.
And Simon himself also believed; and being immersed, he kept near to Philip, beholding with amazement, the great and powerful miracles which were done.
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς (τὸν *k*) Πέτρον καὶ Ἰωάννην·
Now when the Apostles, who were at Jerusalem, heard that Samaria had received the word of God, they sent them Peter and John;
15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον.
who, going down, prayed for them, that they might receive the Holy Spirit.
16 (οὐδέπω *N(k)O*) γὰρ ἦν ἐπ᾽ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ (κυρίου *NK(O)*) Ἰησοῦ.
(For he was not yet fallen on any of them; only, they were immersed into the name of the Lord Jesus.)
17 τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ᾽ αὐτούς, καὶ ἐλάμβανον πνεῦμα ἅγιον.
Then they laid hands on them, and they received the Holy Spirit.
18 (Ἰδὼν *N(k)O*) δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα (τὸ ἅγιον, *KO*) προσήνεγκεν αὐτοῖς χρήματα
Now when Simon saw that the Holy Spirit was given by the imposition of the Apostles' hands, he offered them money,
19 λέγων· δότε κἀμοὶ κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ (ἐὰν *N(k)O*) ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον.
saying, Give me also this power, that on whomsoever I lay hands, he may receive the Holy Spirit.
20 Πέτρος δὲ εἶπεν πρὸς αὐτόν· τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
But Peter said to him, Let your money go with you to destruction, since you have thought that the free gift of God might be purchased with money.
21 οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα (ἔναντι *N(k)O*) τοῦ θεοῦ.
You have no part nor lot in this matter; for your heart is not upright in the sight of God.
22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ (κυρίου, *N(K)O*) εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου.
Reform, therefore, from this your wickedness; and beg of God, if, indeed, the thought of your heart may be forgiven you;
23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.
for I perceive that you are in the gall of bitterness, and bond of iniquity.
24 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ ὧν εἰρήκατε.
And Simon answered, and said, Make your supplications to the Lord on my behalf; that none of these things which you have spoken, may come upon me.
25 οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου (ὑπέστρεφον *N(k)O*) εἰς Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαριτῶν (εὐηγγελίζοντο. *N(k)O*)
Now when they had borne their testimony, and had spoke the word of the Lord, they turned back for Jerusalem; and declared the glad tidings in many villages of the Samaritans.
26 Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων· ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
And a messenger of the Lord spoke to Philip, saying, Arise, and go toward the south, by the way that goes down from Jerusalem to Gaza, which is desert.
27 καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης (τῆς *k*) βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ,
And he arose, and took his journey; and, behold, a certain Ethiopian officer, a grandee of Candace, the queen of the Ethiopians, that was over all her treasure, who had come to worship at Jerusalem,
28 ἦν (τε *NK(o)*) ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν.
was returning, and sat in his chariot, reading the Prophet Isaiah.
29 εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.
And the Spirit said to Philip, Approach, and join yourself to this chariot.
30 προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαΐαν τὸν προφήτην καὶ εἶπεν· ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;
And Philip, running up, heard him read in the Prophet Isaiah, and said, Do you understand what you are reading?
31 ὁ δὲ εἶπεν· πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις (ὁδηγήσει *N(k)O*) με; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
And he said, How can I, unless some one should guide me? And he requested Philip that he would come up and sit with him.
32 ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ (κείραντος *N(k)O*) αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
Now the passage of scripture which he was reading, was this, "He was brought to the slaughter, as a sheep; and as a lamb before its shearer, is dumb; so he opened not his mouth.
33 ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν (δὲ *k*) γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
In his humiliation his condemnation was extorted; and who shall describe his generation? for his life is cut off from the earth."
34 Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν· δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός;
The officer answering Philip, said, I beseech you, of whom does the prophet say this? --of himself, or of some other person?
35 ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
Then Philip opened his mouth, and beginning from the scripture, told him the glad tidings concerning Jesus.
36 Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ καί φησιν ὁ εὐνοῦχος· ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι;
And as they went along the way, they came to a certain water, and the officer said, Behold, water; what hinders my being immersed?
37 (εἶπε δὲ ὁ Φίλιππος· εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· πιστεύω τὸν υἱὸν τοῦ θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν. *K*)
38 καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
And he ordered the chariot to stop, and they both went down into the water, both Philip and the officer; and he immersed him.
39 ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
And when they were come up out of the water, the Spirit of the Lord suddenly conveyed away Philip, and the officer saw him no more: so he went on his way rejoicing.
40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.
But Philip was found at Azotus; and going on thence, he proclaimed the glad tidings in all the cities, till he came to Cesarea.

< Πραξεις 8 >