< Πραξεις 25 >

1 Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας,
Now upon assuming the province, after three days Festus went up from Caesarea to Jerusalem.
2 ἐνεφάνισάν (τε *N(k)O*) αὐτῷ (οἱ *N(k)O*) (ἀρχιερεῖς *N(K)O*) καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου καὶ παρεκάλουν αὐτὸν
Then the chief priests and the principal men of the Jews informed him against Paul and started importuning him,
3 αἰτούμενοι χάριν κατ᾽ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
begging a favor from him, that he would summon him to Jerusalem—preparing an ambush to kill him along the way.
4 Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον (εἰς Καισάρειαν, *N(k)O*) ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι·
However Festus answered that Paul should be kept at Caesarea, he himself being about to go there shortly.
5 οἱ οὖν ἐν ὑμῖν φησιν δυνατοὶ συγκαταβάντες, εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον, κατηγορείτωσαν αὐτοῦ.
He said, “So let those who are competent among you go down with me; if there is anything against this man, let them accuse him.”
6 διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας (οὐ *NO*) πλείους (ὀκτὼ *NO*) ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.
When he had stayed among them more than ten days, he went down to Caesarea; the next day he sat on the judgment seat and commanded Paul to be brought.
7 Παραγενομένου δὲ αὐτοῦ περιέστησαν (αὐτὸν *NO*) οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι πολλὰ καὶ βαρέα αἰτιώματα (καταφέροντες *N(k)O*) (κατὰ τοῦ Παῦλου, *K*) ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,
When he had come, the Jews who had come down from Jerusalem made a circle, bringing against Paul many serious charges that they could not prove,
8 (τοῦ Παύλου *no*) ἀπολογουμένου (αὐτοῦ *k*) ὅτι οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον.
while he defended himself, “Neither against the law of the Jews, nor against the temple, nor against Caesar did I commit any sin.”
9 Ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν· θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων (κριθῆναι *N(k)O*) ἐπ᾽ ἐμοῦ;
But Festus, wanting to do the Jews a favor, answered Paul by saying, “Are you willing to go up to Jerusalem to be judged by me there concerning these things?”
10 εἶπεν δὲ ὁ Παῦλος· ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν (ἠδίκησα, *NK(o)*) ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις·
So Paul said: “I am standing before Caesar's judgment seat, where I ought to be tried. To the Jews I have done no wrong, as even you know very well.
11 εἰ μὲν (οὖν *N(k)O*) ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι.
Now if I really am in the wrong and have perpetrated anything worthy of death, I do not refuse to die; but if there is nothing to the things of which these are accusing me, no one has the right to give me to them. I appeal to Caesar!”
12 Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.
Then Festus, when he had conferred with his counsel, answered: “You have appealed to Caesar. To Caesar you shall go!”
13 Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν (ἀσπασάμενοι *N(k)O*) τὸν Φῆστον.
Now when some days had passed, Agrippa the king and Bernice arrived in Caesarea to congratulate Festus.
14 ὡς δὲ πλείους ἡμέρας (διέτριβον *NK(o)*) ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
Since they were spending many days there, Festus laid Paul's case before the king, saying: “There is a certain man left a prisoner by Felix;
15 περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων αἰτούμενοι κατ᾽ αὐτοῦ (καταδίκην· *N(k)O*)
about whom, when I was in Jerusalem, the chief priests and the elders of the Jews informed me, asking for punishment against him;
16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον (εἰς ἀπώλειαν *K*) πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
to whom I answered that it is not a custom with Romans to deliver any man to destruction before the accused has his accusers face to face and has opportunity for defense against the accusation.
17 συνελθόντων οὖν αὐτῶν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
So when they had assembled here, without any delay, the next day I sat on the judgment seat and commanded the man to be brought.
18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν (ἔφερον *N(k)O*) ὧν ἐγὼ ὑπενόουν (πονηρῶν· *N(O)*)
When the accusers stood up, they brought no charge against him of such things as I supposed,
19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
but had certain issues against him about their religion, and about a certain dead Jesus whom Paul affirmed to be living.
20 ἀπορούμενος δὲ ἐγὼ (εἰς *k*) τὴν περὶ (τούτων *N(k)O*) ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα κἀκεῖ κἀκεῖ κρίνεσθαι περὶ τούτων.
And since I was at a loss how to investigate such matters, I asked whether he was willing to go to Jerusalem and be judged there concerning these things.
21 τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ (ἀναπέμψω *N(k)O*) αὐτὸν πρὸς Καίσαρα.
But when Paul appealed to be reserved for the decision of the Emperor, I commanded him to be kept until I can send him to Caesar.”
22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον (ἔφη· *k*) ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. (ὁ δέ *k*) αὔριόν φησιν ἀκούσῃ αὐτοῦ.
Then Agrippa said to Festus, “I myself would also like to hear the man.” So he said, “Tomorrow you shall hear him.”
23 Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε (τοῖς *k*) χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ᾽ ἐξοχὴν (οὖσιν *k*) τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος.
So the next day, when Agrippa and Bernice had come with great pomp and entered the auditorium, with the commanding officers and the more prominent men of the city, at Festus' command Paul was brought in.
24 Καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ (συμπαρόντες *NK(o)*) ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ (ἅπαν *N(k)O*) τὸ πλῆθος τῶν Ἰουδαίων (ἐνέτυχόν *NK(o)*) μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε (βοῶντες *N(k)O*) μὴ δεῖν αὐτὸν ζῆν μηκέτι.
And Festus said: “King Agrippa, and all you men who are here with us: consider this man, about whom the whole Jewish community petitioned me, both at Jerusalem and here, vociferating that it was not fitting for him to live any longer.
25 ἐγὼ δὲ (κατελαβόμην *N(k)O*) μηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι, (καὶ *k*) αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα πέμπειν (αὐτόν. *k*)
But when I found that he had committed nothing worthy of death, besides he himself having appealed to the Emperor, I decided to send him.
26 περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω, διὸ προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί (γράψω· *N(k)O*)
But I have nothing certain to write to my lord concerning him. Therefore I have brought him before all of you, and especially before you, King Agrippa, so that after the examination I may have something to write.
27 ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι.
Because it seems to me unreasonable to send a prisoner and not to specify the charges against him.”

< Πραξεις 25 >