< Πραξεις 24 >
1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ (τῶν *k*) πρεσβυτέρων (τινῶν *NO*) καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
2 κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ (διορθωμάτων *N(K)O*) γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας
3 πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
4 ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.
5 εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα (στάσεις *N(K)O*) πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως·
6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν (καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν. *K*)
7 (παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, *K*)
8 (κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· *K*) παρ᾽ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
9 (συνεπέθεντο *N(k)O*) δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν.
10 Ἀπεκρίθη (τε *N(k)O*) ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν· ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι·
11 δυναμένου σου (ἐπιγνῶναι *N(k)O*) ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι (ἤ *k*) (δώδεκα *N(k)O*) ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων (εἰς *N(k)O*) Ἰερουσαλήμ·
12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ (ἐπίστασιν *N(k)O*) ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν·
13 (οὐδὲ *N(k)O*) παραστῆσαι δύνανταί (σοι *N(K)O*) περὶ ὧν (νυνὶ *N(k)O*) κατηγοροῦσίν μου.
14 ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ πιστεύων πᾶσιν τοῖς κατὰ τὸν νόμον καὶ (τοῖς ἐν *no*) τοῖς προφήταις γεγραμμένοις,
15 ἐλπίδα ἔχων εἰς τὸν θεὸν ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι (νεκρῶν *K*) δικαίων τε καὶ ἀδίκων·
16 ἐν τούτῳ (καὶ *N(k)O*) αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν (ἔχειν *NK(o)*) πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους (διὰ *N(K)O*) (παντός. *N(k)O*)
17 δι᾽ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς,
18 ἐν (αἷς *N(k)O*) εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι,
19 οὓς (ἔδει *N(k)O*) ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν, εἴ τι ἔχοιεν πρὸς ἐμέ.
20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν (εἴ *k*) τί εὗρον (ἐν ἐμοὶ *ko*) ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου,
21 ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον (ἐφ᾽ *N(k)O*) ὑμῶν.
22 (Ἀκούσας ταῦτα *K*) Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ εἴπας· ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς.
23 διαταξάμενος (τε *k*) τῷ ἑκατοντάρχῃ τηρεῖσθαι (τὸν *k*) (αὐτὸν, *N(K)O*) ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν (ἢ προσέρχεσθαι *K*) αὐτῷ.
24 Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ (ἰδίᾳ *N(k)O*) γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν (Ἰησοῦν *NO*) πίστεως.
25 διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος (ἔσεσθαι *K*) ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη· τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε·
26 ἅμα (δὲ *k*) καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου (ὅπως λύσῃ αὐτόν, *K*) διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
27 Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον, θέλων τε (χάριτα *N(k)O*) καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον.