< Πραξεις 20 >
1 Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον (μεταπεμψάμενος *N(k)O*) ὁ Παῦλος τοὺς μαθητὰς καὶ (παρακαλέσας *NO*) ἀσπασάμενος ἐξῆλθεν (πορεύεσθαι *N(k)O*) εἰς (τὴν *k*) Μακεδονίαν.
And after the tumult had ceased, Paul called to him the disciples, and having embraced them departed to go into Macedonia.
2 Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα·
And when he had gone through those regions, and had given them much exhortation, he came into Greece.
3 ποιήσας τε μῆνας τρεῖς, γενομένης ἐπιβουλῆς αὐτῷ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο (γνώμης *N(k)O*) τοῦ ὑποστρέφειν διὰ Μακεδονίας.
And when he had stayed three months, a plot having been laid for him by the Jews as he was about to sail for Syria, he resolved to return through Macedonia.
4 συνείπετο δὲ αὐτῷ (ἄχρι τῆς Ἀσίας *KO*) Σώπατρος (Πύρρου *NO*) Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος· Ἀσιανοὶ δὲ Τύχικος καὶ Τρόφιμος,
And there accompanied him as far as Asia, Sopater, son of Pyrrhus, a Beroean; and of the Thessalonians, Aristarchus and Secundus, and Gaius of Derbe, and Timothy; and of Asia, Tychicus and Trophimus.
5 οὗτοι (δὲ *no*) (προελθόντες *NK(o)*) ἔμενον ἡμᾶς ἐν Τρῳάδι·
These having gone forward waited for us at Troas.
6 ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε (ὅπου *N(k)O*) διετρίψαμεν ἡμέρας ἑπτά.
But we set sail from Philippi, after the days of unleavened bread, and came to them at Troas in five days, where we abode seven days.
7 Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων (ἡμῶν *N(K)O*) (μαθητῶν τοῦ *K*) κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς μέλλων ἐξιέναι τῇ ἐπαύριον παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου·
And on the first day of the week, when we had assembled to break bread, Paul discoursed to them, being about to depart on the morrow, and continued the discourse until midnight.
8 ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ (ἦμεν *N(K)O*) συνηγμένοι.
And there were many lamps in the upper room where we had assembled.
9 (καθεζόμενος *N(k)O*) δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός.
And there sat on the window a certain young man named Eutychus, having fallen into a deep sleep; and as Paul was discoursing at great length, he sank down with sleep, and fell from thee third story, and was taken up dead.
10 καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν· μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.
But Paul went down and fell on him, and having embraced him, said, Make no lamentations; for his life is in him.
11 ἀναβὰς δὲ καὶ κλάσας (τὸν *no*) ἄρτον καὶ γευσάμενος, ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν.
And having gone up again, and broken the bread and eaten, he talked a long while even till break of day, and so departed.
12 ἤγαγον δὲ τὸν παῖδα ζῶντα καὶ παρεκλήθησαν οὐ μετρίως.
And they brought the young man alive, and were not a little comforted.
13 ἡμεῖς δὲ (προελθόντες ἐπὶ *NK(o)*) τὸ πλοῖον ἀνήχθημεν (ἐπὶ *N(k)O*) τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτως γὰρ διατεταγμένος ἦν, μέλλων αὐτὸς πεζεύειν.
We however, going forward to the ship, put to sea for Assos, intending to take in Paul from that place; for so he had appointed, intending himself to go on foot.
14 ὡς δὲ (συνέβαλλεν *N(k)O*) ἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην·
And when he met us at Assos, we took him on board, and came to Mitylene;
15 κἀκεῖθεν κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν (ἄντικρυς *N(k)O*) Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον (καὶ μείναντες ἐν Τρωγυλλίῳ, *K*) τῇ (δὲ *no*) ἐχομένῃ ἤλθομεν εἰς Μίλητον.
and sailing thence, we came the following day over against Chios. And the next day we arrived at Samos; and having tarried at Trogyllium, we came the next day to Miletus.
16 (κεκρίκει *N(k)O*) γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδεν γὰρ εἰ δυνατὸν (εἴη *N(k)O*) αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
For Paul had determined to sail past Ephesus, that he might not be detained in Asia; for he was hastening, if it were possible for him, to be at Jerusalem on the day of Pentecost.
17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
And from Miletus he sent to Ephesus, and called the elders of the church.
18 ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς· ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφ᾽ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην
And when they had come to him, he said to them: Ye yourselves know, from the first day that I came into Asia, after what manner I have been with you the whole time,
19 δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ (πολλῶν *K*) δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων·
serving the Lord with all humility, and with tears, and trials which befell me by the plots of the Jews;
20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους,
how I kept back nothing that was profitable, but have made it known to you, and have taught you publicly, and from house to house;
21 διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς (τὸν *k*) θεὸν μετάνοιαν καὶ πίστιν (τὴν *k*) εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν (Χριστόν. *KO*)
testifying to both Jews and Greeks repentance toward God, and faith in our Lord Jesus.
22 Καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλὴμ τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς,
And now behold, I go, bound in my spirit, to Jerusalem, not knowing the things that will befall me there;
23 πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί (μοι *NO*) λέγον ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν.
save that the Holy Spirit witnesseth to me in every city, saying that bonds and afflictions await me.
24 ἀλλ᾽ οὐδενὸς (λόγου *N(k)O*) ποιοῦμαι (οὐδὲ ἔχω *K*) τὴν ψυχὴν (μου *k*) τιμίαν ἐμαυτῷ, ὡς (τελειῶσαι *NK(o)*) τὸν δρόμον μου (μετὰ χαρᾶς *K*) καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.
But I count life of no value to me, so that I may finish my course, and the ministry which I received from the Lord Jesus, to testify the glad tidings of the grace of God.
25 καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν (τοῦ θεοῦ. *K*)
And now, behold, I know that ye all, among whom I went about preaching the kingdom, will see my face no more.
26 (διότι *N(k)O*) μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός (εἰμι *N(k)O*) ἀπὸ τοῦ αἵματος πάντων·
Wherefore I testify to you this day, that I am pure from the blood of all men;
27 οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν.
for I have not shunned to declare to you the whole counsel of God.
28 προσέχετε (οὖν *K*) ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ (κυρίου καὶ *O*) θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.
Take heed therefore to yourselves, and to all the flock over which the Holy Spirit made you overseers, to feed the church of the Lord, which he purchased with his own blood.
29 Ἐγὼ (γὰρ *k*) οἶδα (τοῦτο *k*) ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου,
For I know this, that after my departure grievous wolves will enter in among you, not sparing the flock.
30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω (αὐτῶν. *NK(o)*)
And from among yourselves will men arise speaking perverse things, to draw away the disciples after them.
31 διὸ γρηγορεῖτε μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
Therefore be watchful, and remember that for the space of three years, night and day, I ceased not to warn every one with tears.
32 καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς (ἀδελφοί *K*) τῷ (θεῷ *NK(O)*) καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ (οἰκοδομῆσαι *N(k)O*) καὶ δοῦναι (ὑμῖν *k*) (τὴν *no*) κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
And now I commend you to God, and to the word of his grace, who is able to build you up, and to give you an inheritance among all the sanctified.
33 ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα·
I have coveted no man's silver, or gold, or apparel.
34 αὐτοὶ (δὲ *k*) γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
Ye yourselves know, that these hands ministered to my necessities, and to those that were with me.
35 πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπεν· μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.
In all ways I showed you that so laboring ye ought to support the weak, and to remember the words of the Lord Jesus, that he himself said, It is more blessed to give than to receive.
36 καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
And having thus spoken, he kneeled down, and prayed with them all.
37 ἱκανὸς δὲ κλαυθμὸς ἐγένετο πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν,
And they all wept sorely, and fell on Paul's neck, and kissed him;
38 ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
sorrowing most of all for the word which he had spoken, that they were to see his face no more. And they accompanied him to the ship.