< Πραξεις 16 >

1 Κατήντησεν δὲ (καὶ *no*) εἰς Δέρβην καὶ (εἰς *no*) Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς (τινος *k*) Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος·
Then he came to Derbe and Lystra: and behold there was a certain disciple there, named Timothy, the son of a believing Jewess, but of a Grecian father.
2 ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.
Who was well spoken of by the brethren at Lystra and Iconium:
3 τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες ὅτι Ἕλλην (ὁ πατὴρ *N(k)O*) αὐτοῦ ὑπῆρχεν.
wherefore Paul was desirous that he should go forth with him, and took and circumcised him because of the Jews that were in those parts; for they all knew that his father was a Greek.
4 ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ (τῶν *k*) πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις.
And as they passed through the cities, they delivered to them the decrees that had been made by the apostles and elders at Jerusalem.
5 Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν.
And so the churches were established in the faith, and increased in number daily.
6 (διῆλθον *N(k)O*) δὲ τὴν Φρυγίαν καὶ (τὴν *k*) Γαλατικὴν χώραν κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,
And when they had passed through Phrygia and Galatia, being forbidden by the holy Spirit to preach the word in Asia, they came to Mysia, and endeavoured to go to Bithynia:
7 ἐλθόντες (δὲ *no*) κατὰ τὴν Μυσίαν ἐπείραζον (εἰς *N(k)O*) τὴν Βιθυνίαν (πορευθῆναι, *N(k)O*) καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα (Ἰησοῦ. *NO*)
but the Spirit suffered them not.
8 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
So they passed by Mysia, and came down to Troas.
9 καὶ ὅραμα διὰ τῆς νυκτὸς τῷ Παύλῳ ὤφθη· ἀνὴρ Μακεδών τις ἦν ἑστὼς (καὶ *no*) παρακαλῶν αὐτὸν καὶ λέγων· διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
And Paul saw a vision in the night, There stood a certain man of Macedonia, intreating him and saying, Come over into Macedonia and help us.
10 ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς (τὴν *k*) Μακεδονίαν συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ (θεὸς *N(K)O*) εὐαγγελίσασθαι αὐτούς.
And as soon as he had seen the vision, immediately we endeavoured to depart into Macedonia, concluding that the Lord called us to preach the gospel to them.
11 Ἀναχθέντες (δὲ *N(K)O*) ἀπὸ (τῆς *k*) Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ (δὲ *N(k)O*) ἐπιούσῃ εἰς Νέαν πόλιν,
Therefore we set sail from Troas, and came in a direct course to Samothracia, and the day following to Neapolis;
12 (κἀκεῖθεν κἀκεῖθεν *N(k)O*) εἰς Φιλίππους, ἥτις ἐστὶν (πρώτης *N(k)O*) (τῆς *ko*) μερίδος (τῆς *NK*) Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν (ταύτῃ *NK(o)*) τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.
and from thence to Philippi, which is the chief city of that part of Macedonia, and a Roman colony. And we staid some time in this city.
13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς (πύλης *N(K)O*) παρὰ ποταμὸν οὗ (ἐνομίζομεν *N(K)O*) (προσευχὴν *N(k)O*) εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
And on the sabbath-day we went out of the city to a river-side, where there used to be prayer: and we sat down and preached to the women that resorted thither.
14 Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.
And a certain woman named Lydia, a purple-seller of the city of Thyatira, who worshipped God, heard us: whose heart the Lord opened to attend to the things that were spoken by Paul.
15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου (μένετε· *N(k)O*) καὶ παρεβιάσατο ἡμᾶς.
And when she was baptized and her family, she requested us, saying, If ye have judged me to be faithful to the Lord, come into my house, and lodge there. And she constrained us.
16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς (τὴν *no*) προσευχήν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα (πύθωνα ὑπαντῆσαι *N(k)O*) ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη.
Now as we were going to the place of prayer, there met us a young woman that had a spirit of divination, who brought her masters much gain by soothsaying.
17 αὕτη (κατακολουθοῦσα *N(k)O*) τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν (ὑμῖν *N(K)O*) ὁδὸν σωτηρίας.
She following Paul and us, cried out, saying, These men are the servants of the most high God, who shew us the way of salvation.
18 τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ (ὁ *k*) Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν· παραγγέλλω σοι ἐν (τῷ *k*) ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾽ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
And this she did for many days. But Paul being grieved, turned and said to the spirit, I command thee in the name of Jesus Christ to come out of her.
19 ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
And he came out that instant. And when her masters saw, that the hope of their gain was gone, they seized on Paul and Silas, and dragged them into the court to the magistrates.
20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες·
And when they brought them to the governors, they said, These men cause great disturbance in our city, for they are Jews, and teach customs,
21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν.
which it is not lawful for us to receive, nor practise, who are Romans.
22 καὶ συνεπέστη ὁ ὄχλος κατ᾽ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν·
And the populace rose up together against them: and the officers stripped off their clothes, and ordered them to be scourged.
23 πολλάς (τε *NK(o)*) ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακὴν παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
And when they had given them many stripes, they cast them into prison, charging the jailor to keep them safely.
24 ὃς παραγγελίαν τοιαύτην (λαβὼν *N(k)O*) ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον.
Who having received such a charge, thrust them into the inner prison and fastened their feet in the stocks.
25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι.
Now in the middle of the night Paul and Silas were praying and singing praises to God, and the prisoners heard them.
26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἠνεῴχθησαν (δὲ *N(k)O*) παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
And on a sudden there was a great earthquake, so that the foundations of the prison were shaken; and immediately all the doors were opened, and every one's bonds were loosed.
27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος (τὴν *no*) μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
The jailor waking, and seeing the prison-doors open, drew his sword and was going to kill himself, thinking that the prisoners were fled.
28 Ἐφώνησεν δὲ μεγάλῃ φωνῇ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
But Paul cried with a loud voice, saying, Do thyself no harm: for we are all here.
29 αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ,
Then he called for lights, and sprang in, and being in a tremor fell down before Paul and Silas:
30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
and bringing them out, he said, Sirs, what must I do to be saved?
31 οἱ δὲ εἶπαν· πίστευσον ἐπὶ τὸν κύριον Ἰησοῦν (Χριστόν, *K*) καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
And they said, Believe on the Lord Jesus Christ, and thou shalt be saved, and thine house.
32 καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ (κυρίου *NK(O)*) (σὺν *N(k)O*) πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
And they spake unto him the word of the Lord, and to all in his family.
33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ (πάντες *NK(o)*) παραχρῆμα.
And he took them at that very time of the night, and bathed their stripes: and was baptized, he and all his immediately after.
34 ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον (αὐτοῦ *ko*) παρέθηκεν τράπεζαν καὶ (ἠγαλλιάσατο *NK(o)*) πανοικεὶ πεπιστευκὼς τῷ θεῷ.
And he brought them into his house, and spread a table for them, and rejoiced, believing in God with all his household.
35 Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.
And when it was the day the governors sent the serjeants, saying, Let those men go.
36 ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον ὅτι ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.
And the jailor told these words to Paul, saying, the governors have sent orders, that you should be discharged; now therefore depart, and go in peace.
37 Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλ᾽ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
But Paul said unto them, They have publicly beaten us, uncondemned, and Romans, and cast us into prison, and do they now turn us out privately? No verily, let them come themselves and fetch us out.
38 (ἀπήγγειλαν *N(k)O*) δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· (καὶ *k*) ἐφοβήθησαν (δὲ *no*) ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν,
And the serjeants reported these words to the governors: and they were afraid when they heard that they were Romans.
39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων (ἀπελθεῖν *N(k)O*) (ἀπὸ *no*) τῆς πόλεως.
And they came and intreated them, and when they had brought them out, they desired them to leave the city.
40 Ἐξελθόντες δὲ (ἀπὸ *N(k)O*) τῆς φυλακῆς εἰσῆλθον (πρὸς *N(k)O*) τὴν Λυδίαν· καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς (αὐτούς *k*) καὶ ἐξῆλθαν.
And when they were come out of the prison, they went into the house of Lydia: and seeing the brethren, they comforted them, and departed.

< Πραξεις 16 >