< Πραξεις 10 >

1 Ἀνὴρ δέ τις (ἦν *k*) ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,
Now there was a man in Caesarea named Cornelius, a centurion of what was called the Italian cohort.
2 εὐσεβὴς καὶ φοβούμενος τὸν θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν (τε *k*) ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ θεοῦ (διὰ *N(K)O*) (παντός· *N(k)O*)
He was a devout man who feared God along with his entire household; he gave generously to those in need and always prayed to God.
3 εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε.
About the ninth hour of the day he saw clearly in a vision an angel of God, who came in and said to him, “Cornelius!”
4 ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν· τί ἐστιν, κύριε; εἶπεν δὲ αὐτῷ· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον (ἔμπροσθεν *N(k)O*) τοῦ θεοῦ.
Staring at him intently, Cornelius was afraid and said, “What is it, Lord?” The angel said to him, “Yoʋr prayers and charitable acts have ascended as a memorial offering before God.
5 καὶ νῦν πέμψον ἄνδρας εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνά (τινα *n(o)*) ὃς (ἐπικαλεῖται Πέτρος· *NK(o)*)
Now send men to Joppa and have them bring back Simon, who is called Peter.
6 οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν (οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν. *K*)
He is staying with a tanner named Simon, whose house is by the sea.”
7 Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν (τῷ *k*) (αὐτῷ, *N(K)O*) φωνήσας δύο τῶν οἰκετῶν (αὐτοῦ *k*) καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
When the angel who spoke to him went away, Cornelius called two of his servants and a devout soldier from among his attendants.
8 καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
After explaining everything to them, he sent them to Joppa.
9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων (ἐκείνων *NK(o)*) καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.
On the next day, as the men were traveling along and approaching the city, Peter went up on the housetop to pray at about the sixth hour.
10 ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελεν γεύσασθαι. παρασκευαζόντων δὲ (αὐτῶν ἐγένετο *N(k)O*) ἐπ᾽ αὐτὸν ἔκστασις,
He became hungry and wanted to eat, and as they were preparing a meal, a trance fell upon him.
11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον (ἐπ᾽ αὐτὸν *K*) σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς (δεδεμένον καὶ *KO*) καθιέμενον ἐπὶ τῆς γῆς·
He saw heaven opened and an object like a large sheet coming down to him. It was tied at its four corners and was being lowered to the earth.
12 ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα (καὶ τὰ θηρία *K*) καὶ (τὰ *k*) ἑρπετὰ τῆς γῆς καὶ (τὰ *k*) πετεινὰ τοῦ οὐρανοῦ.
In it were all kinds of four-footed animals of the earth, as well as wild beasts, reptiles, and birds of the sky.
13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· ἀναστὰς Πέτρε, θῦσον καὶ φάγε.
Then a voice came to him: “Rise, Peter, kill and eat.”
14 ὁ δὲ Πέτρος εἶπεν· μηδαμῶς, κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν (καὶ *N(k)O*) ἀκάθαρτον.
But Peter said, “Surely not, Lord! For I have never eaten anything that is defiled or unclean.”
15 καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· ἃ ὁ θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.
The voice came to him again a second time: “Do not regard as defiled what God has made clean.”
16 τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ (εὐθὺς *N(K)O*) ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
This happened three times, and then the object was taken up again into heaven.
17 ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, (καὶ *k*) ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι (ὑπὸ *N(k)O*) τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν (τοῦ *no*) Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα·
While Peter was greatly perplexed, pondering within himself what the vision he had seen might mean, behold, the men sent by Cornelius had asked for Simon's house and were standing at the gate.
18 καὶ φωνήσαντες (ἐπυνθάνοντο *NK(o)*) εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.
They called out and asked if Simon, who was called Peter, was staying there.
19 Τοῦ δὲ Πέτρου (διενθυμουμένου *N(k)O*) περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ πνεῦμα· ἰδοὺ ἄνδρες (τρεῖς *NK(O)*) (ζητοῦντές *N(k)O*) σε·
As Peter continued pondering the vision, the Spirit said to him, “Behold, some men are looking for yoʋ.
20 ἀλλ᾽ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, (ὅτι *N(k)O*) ἐγὼ ἀπέσταλκα αὐτούς.
Now get up, go downstairs, and go with them without any misgivings, for I have sent them.”
21 καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας (τοὺς ἀπεσταλμενοῦς ἀπὸ τοῦ Κορνηλίου πρὸς αὑτὸν, *K*) εἶπεν· ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε;
So Peter went down to the men and said, “Behold, I am the one you are looking for. For what reason have you come?”
22 οἱ δὲ εἶπαν· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
They said, “Cornelius, a centurion, a righteous and God-fearing man, who is well spoken of by the entire Jewish nation, was directed by a holy angel to send for yoʋ to come to his house and to hear a message from yoʋ.”
23 εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. τῇ δὲ ἐπαύριον (ἀναστὰς *NO*) (ὁ *k*) (Πέτρος *K*) ἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ (τὴς *k*) Ἰόππης συνῆλθον αὐτῷ.
So Peter invited them in and put them up for the night. The next day Peter went with them, and some of the brothers from Joppa accompanied him.
24 (Καὶ *k*) τῇ (δὲ *no*) ἐπαύριον (εἰσῆλθεν *N(k)O*) εἰς τὴν Καισάρειαν· ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
The following day they entered Caesarea. Cornelius was expecting them and had called together his relatives and close friends.
25 ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.
When Peter entered the house, Cornelius met him, fell at his feet, and worshiped him.
26 ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων· ἀνάστηθι· καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι.
But Peter raised him up, saying, “Stand up; I too am just a man.”
27 καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν καὶ εὑρίσκει συνεληλυθότας πολλούς,
As Peter talked with him, he went in and found many people gathered together.
28 ἔφη τε πρὸς αὐτούς· ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· κἀμοὶ κἀμοὶ ὁ θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον,
Peter said to them, “You know that it is forbidden for a Jewish man to keep company with or associate with a foreigner, but God has shown me that I should call no one defiled or unclean.
29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με;
That is why I came without objection when I was sent for. I ask then, what is the reason you have sent for me?”
30 Καὶ ὁ Κορνήλιος ἔφη· ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην (νηστεύων καὶ *K*) τὴν ἐνάτην (ὥραν *k*) προσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ
Cornelius said, “Four days ago I was fasting until this hour. At the ninth hour I was praying in my house, and behold, a man stood before me in bright clothing.
31 καὶ φησίν· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ θεοῦ.
The man said, ‘Cornelius, yoʋr prayer has been heard, and yoʋr charitable acts have been remembered before God.
32 πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν (ὃς παραγενόμενος λαλήσει σοι. *K*)
Therefore send to Joppa and ask for Simon, who is called Peter. He is staying by the sea in the house of a tanner named Simon. When he arrives, he will speak to yoʋ.’
33 ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ (κυρίου. *N(K)O*)
So I sent for yoʋ at once, and yoʋ have done well by coming. Now then, we are all here in the presence of God to hear all that yoʋ have been commanded by God.”
34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν· ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός,
Then Peter opened his mouth and said, “Now I truly understand that God shows no partiality,
35 ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν.
but in every nation anyone who fears him and does what is right is acceptable to him.
36 τὸν λόγον ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ, οὗτός ἐστιν πάντων κύριος,
You yourselves know the message he sent to the sons of Israel, preaching the good news of peace through Jesus Christ, who is Lord of all,
37 ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς Ἰουδαίας, (ἀρξάμενος *N(k)O*) ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης,
the message that spread throughout all Judea, beginning from Galilee after the baptism that John preached:
38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ θεὸς ἦν μετ᾽ αὐτοῦ·
how God anointed Jesus of Nazareth with the Holy Spirit and power, who then went around doing good and healing all who were oppressed by the devil, because God was with him.
39 καὶ ἡμεῖς (ἐσμεν *k*) μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἰερουσαλήμ· ὃν (καὶ *no*) ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου.
We are witnesses of everything he did both in the country of the Jews and in Jerusalem. They put him to death by hanging him on a cross,
40 τοῦτον ὁ θεὸς ἤγειρεν (ἐν *n*) τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι
but God raised him up on the third day and allowed him to be seen,
41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ θεοῦ ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·
not by all the people, but by us, the witnesses who had been chosen beforehand by God, who ate and drank with him after he rose from the dead.
42 καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι (οὗτός *N(k)O*) ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
He commanded us to preach to the people and to testify that he is the one who has been appointed by God as judge of the living and the dead.
43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
All the prophets testify about him that everyone who believes in him receives remission of sins through his name.”
44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
While Peter was still speaking these words, the Holy Spirit fell upon all who were listening to the message.
45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ (ὅσοι *NK(O)*) συνῆλθαν τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου (τοῦ *o*) πνεύματος ἐκκέχυται·
All the believers from among the circumcised who had come with Peter were astonished, because the gift of the Holy Spirit was being poured out even on the Gentiles.
46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν θεόν. τότε ἀπεκρίθη (ὁ *k*) Πέτρος·
For they heard them speaking in tongues and magnifying God. Then Peter responded,
47 μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον (ὡς *N(k)O*) καὶ ἡμεῖς;
“Can anyone withhold water for baptizing these people who have received the Holy Spirit just as we have?”
48 προσέταξεν (δὲ *N(k)O*) αὐτοὺς ἐν τῷ ὀνόματι (Ἰησοῦ Χριστοῦ *NO*) βαπτισθῆναι (τοῦ κυρίου. *K*) τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
So he gave orders to have them baptized in the name of the Lord. Then they asked him to stay on for a few days.

< Πραξεις 10 >