< Ιωαννου Β΄ 1 >
1 Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,
作長老的寫信給蒙揀選的太太和她的兒女,就是我誠心所愛的;不但我愛,也是一切知道真理之人所愛的。
2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾽ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· (aiōn )
愛你們是為真理的緣故,這真理存在我們裏面,也必永遠與我們同在。 (aiōn )
3 ἔσται μεθ᾽ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρὸς καὶ παρὰ (κυρίου *K*) Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρὸς ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
恩惠、憐憫、平安從父上帝和他兒子耶穌基督在真理和愛心上必常與我們同在!
4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.
我見你的兒女,有照我們從父所受之命令遵行真理的,就甚歡喜。
5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν καινὴν γράφων σοι, ἀλλ᾽ ἣν εἴχομεν ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
太太啊,我現在勸你,我們大家要彼此相愛。這並不是我寫一條新命令給你,乃是我們從起初所受的命令。
6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. αὕτη ἡ ἐντολή ἐστιν καθὼς ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε·
我們若照他的命令行,這就是愛。你們從起初所聽見當行的,就是這命令。
7 ὅτι πολλοὶ πλάνοι (ἐξῆλθον *N(K)O*) εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
因為世上有許多迷惑人的出來,他們不認耶穌基督是成了肉身來的;這就是那迷惑人、敵基督的。
8 βλέπετε ἑαυτοὺς ἵνα μὴ (ἀπολέσητε *N(K)O*) ἃ (εἰργασάμεθα, *NK(O)*) ἀλλὰ μισθὸν πλήρη (ἀπολάβητε. *N(K)O*)
你們要小心,不要失去你們所做的工,乃要得着滿足的賞賜。
9 πᾶς ὁ (προάγων *N(K)O*) καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ (τοῦ Χριστοῦ, *K*) οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
凡越過基督的教訓不常守着的,就沒有上帝;常守這教訓的,就有父又有子。
10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε·
若有人到你們那裏,不是傳這教訓,不要接他到家裏,也不要問他的安;
11 ὁ λέγων γὰρ αὐτῷ χαίρειν, κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
因為問他安的,就在他的惡行上有分。
12 Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος· ἀλλ᾽ ἐλπίζω (γενέσθαι *N(k)O*) πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι ἵνα ἡ χαρὰ (ἡμῶν *NK(O)*) πεπληρωμένη ᾖ.
我還有許多事要寫給你們,卻不願意用紙墨寫出來,但盼望到你們那裏,與你們當面談論,使你們的喜樂滿足。
13 ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς (ἀμήν. *KO*)
你那蒙揀選之姊妹的兒女都問你安。