< Προς Κορινθιους Β΄ 12 >

1 Καυχᾶσθαι (δεῖ, *N(K)O*) οὐ (συμφέρον μέν, *N(K)O*) ἐλεύσομαι (δὲ *N(k)O*) εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου.
To boast, indeed, is not profitable to me; yet I will proceed to visions and revelations of the Lord.
2 Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
I knew a man in Christ fourteen years ago, (whether in the body, or out of the body, I do not know; God knows: ) such a one suddenly conveyed away to the third heaven.
3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι εἴτε (χωρὶς *N(k)O*) τοῦ σώματος, οὐκ οἶδα, ὁ θεὸς οἶδεν,
Indeed, I knew such a man, (whether in the body, or out of the body, I do not know: )
4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
that he was suddenly conveyed away into paradise, and heard unspeakable things, which are not lawful for man to utter.
5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις (μου· *K*)
Concerning such a one I will boast; but concerning myself I will not boast, except of my weaknesses.
6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ
Yet if I should incline to boast, I shall not be a fool; for I will speak the truth: but I forbear, lest any one should think concerning me, above what he sees me to be, or what he hears from me.
7 καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. (Διὸ *NO*) ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατανᾶ ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι.
Indeed, that I might not be exalted above measure by the transcendency of the revelations, there was given to me a thorn in the flesh, a messenger of Satan to buffet me, lest I should be exalted above measure.
8 ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ.
Concerning this, I besought the Lord thrice, that it might depart from me.
9 καὶ εἴρηκέν μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμις (μου *K*) ἐν ἀσθενείᾳ (τελεῖται. *N(k)O*) ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
But he said to me, My favor is sufficient for you, besides, my power is perfected in weakness: most gladly, therefore, I will boast rather of my weaknesses, that the power of Christ may dwell upon me.
10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς (καὶ *N(k)O*) στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ τότε δυνατός εἰμι.
Wherefore, I am well pleased with weaknesses, with insults, with necessities, with persecutions, with distresses, for Christ's sake; because when I am weak, then I am strong.
11 Γέγονα ἄφρων (καυχώμενος· *K*) ὑμεῖς με ἠναγκάσατε. ἐγὼ γὰρ ὤφειλον ὑφ᾽ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι.
Have I become a fool--? You have constrained me to it; for I ought to have been commended by you, because I am in nothing behind the very greatest Apostles, though I am nothing.
12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, (ἐν *k*) σημείοις (τε *no*) καὶ τέρασιν καὶ δυνάμεσιν.
Truly the signs of an Apostle were fully wrought among you with all patience, by signs and wonders, and powers.
13 τί γάρ ἐστιν ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
For what is the thing in which you were inferior to other congregations, unless that I myself have not been burdensome to you? Forgive me this injury.
14 Ἰδοὺ τρίτον (τοῦτο *no*) ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς καὶ οὐ καταναρκήσω (ὑμῶν· *k*) οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλ᾽ ὑμᾶς. οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν ἀλλ᾽ οἱ γονεῖς τοῖς τέκνοις·
Behold, a third time I am ready to come to you, and I will not be burdensome to you; because I seek not yours, but you: for the children ought not to lay up for the parents, but the parents for the children.
15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ (καὶ *k*) περισσοτέρως ὑμᾶς (ἀγαπῶν *NK(o)*) (ἧσσον *N(k)O*) ἀγαπῶμαι.
Yes, I most gladly will spend and be spent for the sake of your souls; even though the more abundantly I love you, the less I am loved.
16 ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλ᾽ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον.
Be it so, then, I did not burden you: nevertheless, being crafty, I caught you with guile!
17 μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾽ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς;
With respect to any one of them I sent to you, did I by him make gain of you?
18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
I besought Titus to go to you; and with him I sent a brother: did Titus make any gain of you? Did we not walk in the same spirit? Did we not walk in the same steps?
19 (Πάλαι *N(K)O*) δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα. (κατέναντι *N(k)O*) (τοῦ *k*) θεοῦ ἐν Χριστῷ λαλοῦμεν. τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.
Again, do you think that we apologize to you? In the presence of God we speak in Christ, that all these things, beloved, are done for your edification.
20 φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως (ἔρις, ζῆλος, *N(k)O*) θυμοί, ἐριθείαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι,
Yet I am afraid, lest, perhaps, when I come, I shall not find you such as I wish: and that I shall be found by you, such as you do not wish: --lest, perhaps, there be among you strifes, emulations, wraths, brawlings, backbitings, whisperings, swellings, tumults.
21 μὴ πάλιν (ἐλθόντος *N(k)O*) (μου *no*) (ταπεινώσῃ *NK(o)*) με ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
And lest, when I come again, my God may humble me among you; and I shall bewail many, who have formerly sinned, and have not reformed from the uncleanness, and fornication, and lasciviousness, which they have committed.

< Προς Κορινθιους Β΄ 12 >