< Προς Τιμοθεον Α΄ 1 >

1 Παῦλος ἀπόστολος (κυριόυ *O*) Χριστοῦ Ἰησοῦ κατ᾽ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ (κυριόυ *K*) Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν
Paul, an apostle of Jesus Christ, according to a command of God our Savior, and of the Lord Jesus Christ our hope,
2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς (ἡμῶν *K*) καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
to Timotheus—genuine child in faith: Grace, kindness, peace, from God our Father and Christ Jesus our Lord!
3 Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ πορευόμενος εἰς Μακεδονίαν ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν
According as I exhorted you to remain in Ephesus—I going on to Macedonia—that you might charge certain [ones] not to teach any other thing,
4 μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες (ἐκζητήσεις *N(k)O*) παρέχουσιν μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει.
nor to give heed to fables and endless genealogies, that cause questions rather than [the] stewardship of God which [is] in faith.
5 τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου,
And the end of the charge is love out of a pure heart, and of a good conscience, and of unhypocritical faith,
6 ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν
from which certain [men], having swerved, turned aside to vain discourse,
7 θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται.
willing to be teachers of law, not understanding either the things they say, nor concerning what they confidently assert,
8 Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται,
and we have known that the Law [is] good, if anyone may use it lawfully;
9 εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσιν καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις,
having known this, that law is not set for a righteous man, but for lawless and insubordinate persons, ungodly and sinners, impious and profane, murderers of fathers and murderers of mothers, manslayers,
10 πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται
whoremongers, homosexuals, enslavers, liars, perjured persons, and if there be any other thing that is adverse to sound doctrine,
11 κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
according to the good news of the glory of the blessed God, with which I was entrusted.
12 (Καὶ *k*) χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν,
And I give thanks to Him who enabled me—Christ Jesus our Lord—that He reckoned me steadfast, having put [me] to the ministry,
13 (τὸ *N(k)O*) πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ᾽ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ·
who before was speaking slander, and persecuting, and insulting, but I found kindness, because, being ignorant, I did [it] in unbelief,
14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
and the grace of our Lord exceedingly abounded, with faith and love that [is] in Christ Jesus.
15 Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ·
The word [is] steadfast, and worthy of all acceptance, that Christ Jesus came into the world to save sinners—of whom I am first;
16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν (ἅπασαν *N(K)O*) μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον. (aiōnios g166)
but because of this I found kindness, that Jesus Christ might first show forth all long-suffering in me, for a pattern of those about to believe on Him to continuous life. (aiōnios g166)
17 Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ μόνῳ (σοφῷ *K*) θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. (aiōn g165)
And to the King of the ages, the incorruptible, invisible, only wise God, [is] honor and glory through the ages of the ages! Amen. (aiōn g165)
18 Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα (στρατεύῃ *NK(o)*) ἐν αὐταῖς τὴν καλὴν στρατείαν
I commit to you this charge, child Timotheus, according to the prophecies that went before on you, that you may war in them the good warfare,
19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν,
having faith and a good conscience, which some having thrust away, made shipwreck concerning the faith,
20 ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος οὓς παρέδωκα τῷ σατανᾷ ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν.
of whom are Hymenaeus and Alexander, whom I delivered to Satan, that they might be instructed not to speak evil.

< Προς Τιμοθεον Α΄ 1 >