< Πετρου Α΄ 5 >
1 Πρεσβυτέρους (οὖν *NO*) (τοὺς *ko*) ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός,
I exhort the elders among you, as a fellow elder, and a witness of the sufferings of Christ, and who will also share in the glory that will be revealed:
2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλ᾽ ἑκουσίως (κατὰ θεόν, *NO*) μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως·
Shepherd the flock of God which is among you, exercising the oversight, not under compulsion, but voluntarily, as God wants; not for dishonest gain, but willingly;
3 μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου·
neither as lording it over those entrusted to you, but making yourselves examples to the flock.
4 καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
When the chief Shepherd is revealed, you will receive the crown of glory that does not fade away.
5 Ὁμοίως νεώτεροι, ὑποτάγητε πρεσβυτέροις, πάντες δὲ ἀλλήλοις (ὑποτασσόμενοι *k*) τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
Likewise, you younger ones, be subject to the elder. Yes, all of you clothe yourselves with humility, towards one another; for God resists the proud, but gives grace to the humble.
6 ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,
Humble yourselves therefore under the mighty hand of God, that he may exalt you in due time;
7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.
casting all your worries on him, because he cares for you.
8 νήψατε, γρηγορήσατε (ὅτι, *k*) ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν (τινα καταπιεῖν· *N(k)O*)
Be sober and self-controlled. Be watchful. Your adversary the devil, walks around like a roaring lion, seeking whom he may devour.
9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν (τῷ *no*) κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
Withstand him steadfast in your faith, knowing that your brothers who are in the world are undergoing the same sufferings.
10 Ὁ δὲ θεὸς πάσης χάριτος ὁ καλέσας (ὑμᾶς *N(K)O*) εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ, ὀλίγον παθόντας αὐτὸς (καταρτίσει *N(k)O*) (ὑμᾶς, *k*) (στηρίξει, σθενώσει, θεμελιώσει. *N(k)O*) (aiōnios )
And the God of all grace, who called you to his eternal glory in Christ, after you have suffered a little while, will himself restore, confirm, strengthen and establish you. (aiōnios )
11 αὐτῷ (ἡ δόξα καὶ *K*) τὸ κράτος εἰς τοὺς αἰῶνας (τῶν *ko*) (αἰώνων. *KO*) ἀμήν. (aiōn )
To him be the power forever. Amen. (aiōn )
12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ, εἰς ἣν (στῆτε. *N(k)O*)
Through Silvanus, our faithful brother, as I consider him, I have written to you briefly, exhorting, and testifying that this is the true grace of God. Stand firm in it.
13 Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου.
She who is in Babylon, chosen together with you, greets you; and so does Mark, my son.
14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ (Ἰησοῦ. ἀμήν. *K*)
Greet one another with a kiss of love. Peace be to you all who are in Christ.