< Ιωαννου Α΄ 5 >
1 Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ.
Every one that believes that Jesus is the Christ is begotten of God; and every one that loves him that has begotten loves also him that is begotten of him.
2 ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ (ποιῶμεν. *N(k)O*)
Hereby know we that we love the children of God, when we love God and keep his commandments.
3 αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν.
For this is the love of God, that we keep his commandments; and his commandments are not grievous.
4 ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν.
For all that has been begotten of God gets the victory over the world; and this is the victory which has gotten the victory over the world, our faith.
5 τίς (δέ *no*) ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ;
Who is he that gets the victory over the world, but he that believes that Jesus is the Son of God?
6 οὗτός ἐστιν ὁ ἐλθὼν δι᾽ ὕδατος καὶ αἵματος, Ἰησοῦς (ὁ *k*) Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ᾽ ἐν τῷ ὕδατι καὶ (ἐν *no*) τῷ αἵματι· καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια·
This is he that came by water and blood, Jesus [the] Christ; not by water only, but by water and blood. And it is the Spirit that bears witness, for the Spirit is the truth.
7 ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες, (ἕν τῷ οὐρανῷ ὁ πατήρ ὁ λόγος καὶ τὸ ἅγιον πνεῦμα καὶ οὗτοι οἱ τρεῖς ἕν εἰσιν *K*)
For they that bear witness are three:
8 (καὶ τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἕν τῇ γῇ, *K*) τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.
the Spirit, and the water, and the blood; and the three agree in one.
9 εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ (ὅτι *N(k)O*) μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ.
If we receive the witness of men, the witness of God is greater. For this is the witness of God [which] he has witnessed concerning his Son.
10 ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν (ἑαυτῷ· *NK(o)*) ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ.
He that believes on the Son of God has the witness in himself; he that does not believe God has made him a liar, because he has not believed in the witness which God has witnessed concerning his Son.
11 καὶ αὕτη ἐστὶν ἡ μαρτυρία ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ θεός· καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν. (aiōnios )
And this is the witness, that God has given to us eternal life; and this life is in his Son. (aiōnios )
12 ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει.
He that has the Son has life: he that has not the Son of God has not life.
13 Ταῦτα ἔγραψα ὑμῖν (τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ, *K*) ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον, (καὶ ἵνα *K*) (τοῖς *no*) (πιστεύουσιν *N(k)O*) εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. (aiōnios )
These things have I written to you that ye may know that ye have eternal life who believe on the name of the Son of God. (aiōnios )
14 καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν·
And this is the boldness which we have towards him, that if we ask him anything according to his will he hears us.
15 καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ (ἐὰν *N(k)O*) αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν (ἀπ᾽ *N(k)O*) αὐτοῦ.
And if we know that he hears us, whatsoever we ask, we know that we have the petitions which we have asked of him.
16 Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. Ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ.
If any one see his brother sinning a sin not unto death, he shall ask, and he shall give him life, for those that do not sin unto death. There is a sin to death: I do not say of that that he should make a request.
17 πᾶσα ἀδικία ἁμαρτία ἐστίν, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
Every unrighteousness is sin; and there is a sin not to death.
18 οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ, οὐχ ἁμαρτάνει· ἀλλ᾽ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ (ἑαυτόν, *NK(o)*) καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.
We know that every one begotten of God does not sin, but he that has been begotten of God keeps himself, and the wicked [one] does not touch him.
19 οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.
We know that we are of God, and the whole world lies in the wicked [one].
20 οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα (γινώσκωμεν *NK(o)*) τὸν ἀληθινόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ (ἥ *k*) ζωὴ αἰώνιος. (aiōnios )
And we know that the Son of God has come, and has given us an understanding that we should know him that [is] true; and we are in him that [is] true, in his Son Jesus Christ. He is the true God and eternal life. (aiōnios )
21 τεκνία, φυλάξατε (ἑαυτὰ *N(k)O*) ἀπὸ τῶν εἰδώλων (ἀμήν. *KO*)
Children, keep yourselves from idols.