< Προς Κορινθιους Α΄ 5 >
1 Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν (ὀνομάζεται, *K*) ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν·
2 καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε ἵνα (ἀρθῇ *N(k)O*) ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο (πράξας; *N(k)O*)
3 ἐγὼ μὲν γὰρ (ὡς *K*) ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον
4 ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ (Χριστοῦ *KO*) συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ (Χριστοῦ *K*)
5 παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου (Ἰησοῦ. *KO*)
6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;
7 ἐκκαθάρατε (οὖν *K*) τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν (ὑπὲρ ἡμῶν *K*) ἐτύθη Χριστός.
8 ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
9 Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις,
10 (καὶ *k*) οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις (καὶ *N(k)O*) ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ (ὠφείλετε *N(k)O*) ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
11 (νῦν *N(k)O*) δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ· τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
12 τί γάρ μοι (καί *k*) τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε,
13 τοὺς δὲ ἔξω ὁ θεὸς (κρινεῖ; *NK(o)*) (καί *k*) (ἐξάρατε *N(k)O*) τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.