< Προς Κορινθιους Α΄ 1 >

1 Παῦλος κλητὸς ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς
Paul, [a] called apostle of Jesus Christ, by God's will, and Sosthenes the brother,
2 τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, αὐτῶν (τε *k*) καὶ ἡμῶν·
to the assembly of God which is in Corinth, to [those] sanctified in Christ Jesus, called saints, with all that in every place call on the name of our Lord Jesus Christ, both theirs and ours:
3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
Grace to you and peace from God our Father, and [the] Lord Jesus Christ.
4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ
I thank my God always about you, in respect of the grace of God given to you in Christ Jesus;
5 ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,
that in everything ye have been enriched in him, in all word [of doctrine], and all knowledge,
6 καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν,
(according as the testimony of the Christ has been confirmed in you, )
7 ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
so that ye come short in no gift, awaiting the revelation of our Lord Jesus Christ;
8 ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
who shall also confirm you to [the] end, unimpeachable in the day of our Lord Jesus Christ.
9 Πιστὸς ὁ θεός, δι᾽ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.
God [is] faithful, by whom ye have been called into [the] fellowship of his Son Jesus Christ our Lord.
10 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
Now I exhort you, brethren, by the name of our Lord Jesus Christ, that ye all say the same thing, and that there be not among you divisions; but that ye be perfectly united in the same mind and in the same opinion.
11 Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν.
For it has been shewn to me concerning you, my brethren, by those of [the house of] Chloe, that there are strifes among you.
12 λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ, ἐγὼ δὲ Χριστοῦ.
But I speak of this, that each of you says, I am of Paul, and I of Apollos, and I of Cephas, and I of Christ.
13 μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
Is the Christ divided? has Paul been crucified for you? or have ye been baptised unto the name of Paul?
14 εὐχαριστῶ τῷ θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γάϊον,
I thank God that I have baptised none of you, unless Crispus and Gaius,
15 ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα (ἐβαπτίσθητε. *N(K)O*)
that no one may say that I have baptised unto my own name.
16 ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.
Yes, I baptised also the house of Stephanas; for the rest I know not if I have baptised any other.
17 οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλ᾽ εὐαγγελίζεσθαι· οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ.
For Christ has not sent me to baptise, but to preach glad tidings; not in wisdom of word, that the cross of the Christ may not be made vain.
18 Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν.
For the word of the cross is to them that perish foolishness, but to us that are saved it is God's power.
19 γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.
For it is written, I will destroy the wisdom of the wise, and set aside the understanding of the understanding ones.
20 ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου (τούτου; *k*) (aiōn g165)
Where [is the] wise? where scribe? where disputer of this world? has not God made foolish the wisdom of the world? (aiōn g165)
21 ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας·
For since, in the wisdom of God, the world by wisdom has not known God, God has been pleased by the foolishness of the preaching to save those that believe.
22 ἐπειδὴ καὶ Ἰουδαῖοι (σημεῖα *N(K)O*) αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν,
Since Jews indeed ask for signs, and Greeks seek wisdom;
23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον (ἔθνεσιν *N(K)O*) δὲ μωρίαν
but we preach Christ crucified, to Jews an offence, and to nations foolishness;
24 αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.
but to those that [are] called, both Jews and Greeks, Christ God's power and God's wisdom.
25 ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶν καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων (ἐστίν. *k*)
Because the foolishness of God is wiser than men, and the weakness of God is stronger than men.
26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς,
For consider your calling, brethren, that [there are] not many wise according to flesh, not many powerful, not many high-born.
27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά,
But God has chosen the foolish things of the world, that he may put to shame the wise; and God has chosen the weak things of the world, that he may put to shame the strong things;
28 καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, (καὶ *ko*) τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ,
and the ignoble things of the world, and the despised, has God chosen, [and] things that are not, that he may annul the things that are;
29 ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ (θεοῦ. *N(K)O*)
so that no flesh should boast before God.
30 ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,
But of him are ye in Christ Jesus, who has been made to us wisdom from God, and righteousness, and holiness, and redemption;
31 ἵνα καθὼς γέγραπται· ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω.
that according as it is written, He that boasts, let him boast in [the] Lord.

< Προς Κορινθιους Α΄ 1 >