< Προς Τιτον 2 >
1 Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.
But speak you the things which become sound doctrine:
2 πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.
That the aged men be sober, grave, temperate, sound in faith, in charity, in patience.
3 Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους ⸀μηδὲοἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,
The aged women likewise, that they be in behavior as becomes holiness, not false accusers, not given to much wine, teachers of good things;
4 ἵνα ⸀σωφρονίζωσιτὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους,
That they may teach the young women to be sober, to love their husbands, to love their children,
5 σώφρονας, ἁγνάς, ⸀οἰκουργούς ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.
To be discreet, chaste, keepers at home, good, obedient to their own husbands, that the word of God be not blasphemed.
6 Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν·
Young men likewise exhort to be sober minded.
7 περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ⸀ἀφθορίαν ⸀σεμνότητα
In all things showing yourself a pattern of good works: in doctrine showing soundness, gravity, sincerity,
8 λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων ⸂λέγειν περὶ ἡμῶν φαῦλον.
Sound speech, that cannot be condemned; that he that is of the contrary part may be ashamed, having no evil thing to say of you.
9 Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,
Exhort servants to be obedient to their own masters, and to please them well in all things; not answering again;
10 μὴ νοσφιζομένους, ἀλλὰ ⸂πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴνδιδασκαλίαν ⸀τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
Not purloining, but showing all good fidelity; that they may adorn the doctrine of God our Savior in all things.
11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ ⸀θεοῦσωτήριος πᾶσιν ἀνθρώποις
For the grace of God that brings salvation has appeared to all men,
12 παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, (aiōn )
Teaching us that, denying ungodliness and worldly lusts, we should live soberly, righteously, and godly, in this present world; (aiōn )
13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ⸂Ἰησοῦ Χριστοῦ,
Looking for that blessed hope, and the glorious appearing of the great God and our Savior Jesus Christ;
14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
Who gave himself for us, that he might redeem us from all iniquity, and purify to himself a peculiar people, zealous of good works.
15 Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.
These things speak, and exhort, and rebuke with all authority. Let no man despise you.