< Προς Ρωμαιους 6 >

1 Τί οὖν ἐροῦμεν; ⸀ἐπιμένωμεντῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ;
Therfor what schulen we seie? Schulen we dwelle in synne, that grace be plenteuouse?
2 μὴ γένοιτο· οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;
God forbede. For hou schulen we that ben deed to synne, lyue yit ther ynne?
3 ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;
Whether, britheren, ye knowen not, that whiche euere we ben baptisid in Crist Jhesu, we ben baptisid in his deth?
4 συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ πατρός, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν.
For we ben togidere biried with hym bi baptym `in to deth; that as Crist aroos fro deth bi the glorie of the fadir, so walke we in a newnesse of lijf.
5 Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα·
For if we plauntid togidere ben maad to the licnesse of his deth, also we schulen be of the licnesse of his risyng ayen;
6 τοῦτο γινώσκοντες ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ,
witynge this thing, that oure olde man is crucified togidere, that the bodi of synne be distruyed, that we serue no more to synne.
7 ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.
For he that is deed, is iustefied fro synne.
8 εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ·
And if we ben deed with Crist, we bileuen that also we schulen lyue togidere with hym;
9 εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει·
witinge for Crist, rysynge ayen fro deth, now dieth not, deeth schal no more haue lordschip on hym.
10 ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ θεῷ.
For that he was deed to synne, he was deed onys; but that he lyueth, he liueth to God.
11 οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς ⸂εἶναι νεκροὺς μὲν τῇ ἁμαρτίᾳ ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ ⸀Ἰησοῦ
So ye deme you silf to be deed to synne, but lyuynge to God in `Jhesu Crist oure Lord.
12 Μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι εἰς τὸ ⸀ὑπακούεινταῖς ἐπιθυμίαις αὐτοῦ,
Therfor regne not synne in youre deedli bodi, that ye obeische to hise coueityngis.
13 μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτίᾳ, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ⸀ὡσεὶἐκ νεκρῶν ζῶντας καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θεῷ.
Nether yyue ye youre membris armuris of wickidnesse to synne, but yyue ye you silf to God, as thei that lyuen of deed men, and youre membris armuris of riytwisnesse to God.
14 ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει, οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλὰ ὑπὸ χάριν.
For synne schal not haue lordschipe on you; for ye ben not vndur the lawe, but vndur grace.
15 Τί οὖν; ⸀ἁμαρτήσωμενὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον ἀλλὰ ὑπὸ χάριν; μὴ γένοιτο·
What therfor? Schulen we do synne, for we ben not vndur the lawe, but vndur grace?
16 οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον ἢ ὑπακοῆς εἰς δικαιοσύνην;
God forbede. Witen ye not, that to whom ye yyuen you seruauntis to obeie to, ye ben seruauntis of that thing, to which ye han obeschid, ether of synne to deth, ether of obedience to riytwisnesse?
17 χάρις δὲ τῷ θεῷ ὅτι ἦτε δοῦλοι τῆς ἁμαρτίας ὑπηκούσατε δὲ ἐκ καρδίας εἰς ὃν παρεδόθητε τύπον διδαχῆς,
But Y thanke God, that ye weren seruauntis of synne; but ye han obeischid of herte in to that fourme of techyng, in which ye ben bitakun.
18 ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ·
And ye delyuered fro synne, ben maad seruauntis of riytwisnesse.
19 ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτως νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν.
Y seie that thing that is of man, for the vnstidefastnesse of youre fleisch. But as ye han youun youre membris to serue to vnclennesse, and to wickidnesse `in to wickidnesse, so now yyue ye youre membris to serue to riytwisnesse in to hoolynesse.
20 Ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ.
For whanne ye weren seruauntis of synne, ye weren fre of riytfulnesse.
21 τίνα οὖν καρπὸν εἴχετε τότε ἐφʼ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος·
Therfor what fruyt hadden ye thanne in tho thingis, in whiche ye schamen now? For the ende of hem is deth.
22 νυνὶ δέ, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. (aiōnios g166)
But now ye delyuered fro synne, and maad seruauntis to God, han your fruyt in to holinesse, and the ende euerlastinge lijf. (aiōnios g166)
23 τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. (aiōnios g166)
For the wagis of synne is deth; the grace of God is euerlastynge lijf in Crist Jhesu our Lord. (aiōnios g166)

< Προς Ρωμαιους 6 >