< Προς Ρωμαιους 16 >

1 Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν ⸀καὶδιάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς,
συνιστημι δε υμιν φοιβην την αδελφην ημων ουσαν διακονον τησ εκκλησιασ τησ εν κεγχρεαισ
2 ἵνα ⸂αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ⸂ἐμοῦ αὐτοῦ.
ινα αυτην προσδεξησθε εν κυριω αξιωσ των αγιων και παραστητε αυτη εν ω αν υμων χρηζη πραγματι και γαρ αυτη προστατισ πολλων εγενηθη και αυτου εμου
3 Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ,
ασπασασθε πρισκαν και ακυλαν τουσ συνεργουσ μου εν χριστω ιησου
4 οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,
οιτινεσ υπερ τησ ψυχησ μου τον εαυτων τραχηλον υπεθηκαν οισ ουκ εγω μονοσ ευχαριστω αλλα και πασαι αι εκκλησιαι των εθνων
5 καὶ τὴν κατʼ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς ⸀Ἀσίαςεἰς Χριστόν.
και την κατ οικον αυτων εκκλησιαν ασπασασθε επαινετον τον αγαπητον μου οσ εστιν απαρχη τησ αχαιασ εισ χριστον
6 ἀσπάσασθε ⸀Μαριάμ ἥτις πολλὰ ἐκοπίασεν εἰς ⸀ὑμᾶς
ασπασασθε μαριαμ ητισ πολλα εκοπιασεν εισ ημασ
7 ἀσπάσασθε Ἀνδρόνικον καὶ ⸀Ἰουνίαντοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ ⸀γέγονανἐν Χριστῷ.
ασπασασθε ανδρονικον και ιουνιαν τουσ συγγενεισ μου και συναιχμαλωτουσ μου οιτινεσ εισιν επισημοι εν τοισ αποστολοισ οι και προ εμου γεγονασιν εν χριστω
8 ἀσπάσασθε ⸀Ἀμπλιᾶτοντὸν ἀγαπητόν μου ἐν κυρίῳ.
ασπασασθε αμπλιαν τον αγαπητον μου εν κυριω
9 ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου.
ασπασασθε ουρβανον τον συνεργον ημων εν χριστω και σταχυν τον αγαπητον μου
10 ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου.
ασπασασθε απελλην τον δοκιμον εν χριστω ασπασασθε τουσ εκ των αριστοβουλου
11 ἀσπάσασθε Ἡρῳδίωνα τὸν ⸀συγγενῆμου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ.
ασπασασθε ηρωδιωνα τον συγγενη μου ασπασασθε τουσ εκ των ναρκισσου τουσ οντασ εν κυριω
12 ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ.
ασπασασθε τρυφαιναν και τρυφωσαν τασ κοπιωσασ εν κυριω ασπασασθε περσιδα την αγαπητην ητισ πολλα εκοπιασεν εν κυριω
13 ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
ασπασασθε ρουφον τον εκλεκτον εν κυριω και την μητερα αυτου και εμου
14 ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, ⸂Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν⸃ καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.
ασπασασθε ασυγκριτον φλεγοντα ερμαν πατροβαν ερμην και τουσ συν αυτοισ αδελφουσ
15 ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.
ασπασασθε φιλολογον και ιουλιαν νηρεα και την αδελφην αυτου και ολυμπαν και τουσ συν αυτοισ παντασ αγιουσ
16 Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι ⸀πᾶσαιτοῦ Χριστοῦ.
ασπασασθε αλληλουσ εν φιληματι αγιω ασπαζονται υμασ αι εκκλησιαι του χριστου
17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ⸀ἐκκλίνετεἀπʼ αὐτῶν·
παρακαλω δε υμασ αδελφοι σκοπειν τουσ τασ διχοστασιασ και τα σκανδαλα παρα την διδαχην ην υμεισ εμαθετε ποιουντασ και εκκλινατε απ αυτων
18 οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ⸀ἡμῶνΧριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.
οι γαρ τοιουτοι τω κυριω ημων ιησου χριστω ου δουλευουσιν αλλα τη εαυτων κοιλια και δια τησ χρηστολογιασ και ευλογιασ εξαπατωσιν τασ καρδιασ των ακακων
19 ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ⸂ἐφʼ ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς ⸀σοφοὺςεἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
η γαρ υμων υπακοη εισ παντασ αφικετο χαιρω ουν το εφ υμιν θελω δε υμασ σοφουσ μεν ειναι εισ το αγαθον ακεραιουσ δε εισ το κακον
20 ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ ⸀Χριστοῦμεθʼ ὑμῶν.
ο δε θεοσ τησ ειρηνησ συντριψει τον σαταναν υπο τουσ ποδασ υμων εν ταχει η χαρισ του κυριου ημων ιησου χριστου μεθ υμων
21 ⸀Ἀσπάζεταιὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
ασπαζονται υμασ τιμοθεοσ ο συνεργοσ μου και λουκιοσ και ιασων και σωσιπατροσ οι συγγενεισ μου
22 ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ.
ασπαζομαι υμασ εγω τερτιοσ ο γραψασ την επιστολην εν κυριω
23 ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ⸂ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός.
ασπαζεται υμασ γαιοσ ο ξενοσ μου και τησ εκκλησιασ ολησ ασπαζεται υμασ εραστοσ ο οικονομοσ τησ πολεωσ και κουαρτοσ ο αδελφοσ
24 ⸂Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν⸃ ⸀Ἀμήν
η χαρισ του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην
τω δε δυναμενω υμασ στηριξαι κατα το ευαγγελιον μου και το κηρυγμα ιησου χριστου κατα αποκαλυψιν μυστηριου χρονοισ αιωνιοισ σεσιγημενου (aiōnios g166)
φανερωθεντοσ δε νυν δια τε γραφων προφητικων κατ επιταγην του αιωνιου θεου εισ υπακοην πιστεωσ εισ παντα τα εθνη γνωρισθεντοσ (aiōnios g166)
μονω σοφω θεω δια ιησου χριστου ω η δοξα εισ τουσ αιωνασ αμην (aiōn g165)

< Προς Ρωμαιους 16 >