< Αποκαλυψις Ιωαννου 9 >

1 Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου· (Abyssos g12)
και ο πεμπτοσ αγγελοσ εσαλπισεν και ειδον αστερα εκ του ουρανου πεπτωκοτα εισ την γην και εδοθη αυτω η κλεισ του φρεατοσ τησ αβυσσου (Abyssos g12)
2 καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου ⸀μεγάλης καὶ ⸀ἐσκοτώθηὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. (Abyssos g12)
και ηνοιξεν το φρεαρ τησ αβυσσου και ανεβη καπνοσ εκ του φρεατοσ ωσ καπνοσ καμινου καιομενησ και εσκοτισθη ο ηλιοσ και ο αηρ εκ του καπνου του φρεατοσ (Abyssos g12)
3 καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.
και εκ του καπνου εξηλθον ακριδεσ εισ την γην και εδοθη αυταισ εξουσια ωσ εχουσιν εξουσιαν οι σκορπιοι τησ γησ
4 καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ⸀ἀδικήσουσιντὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν ⸀μετώπων
και ερρεθη αυταισ ινα μη αδικησωσιν τον χορτον τησ γησ ουδε παν χλωρον ουδε παν δενδρον ει μη τουσ ανθρωπουσ οιτινεσ ουκ εχουσιν την σφραγιδα του θεου επι των μετωπων αυτων
5 καὶ ἐδόθη ⸀αὐτοῖςἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλʼ ἵνα ⸀βασανισθήσονταιμῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.
και εδοθη αυταισ ινα μη αποκτεινωσιν αυτουσ αλλ ινα βασανισθωσιν μηνασ πεντε και ο βασανισμοσ αυτων ωσ βασανισμοσ σκορπιου οταν παιση ανθρωπον
6 καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ ⸀φεύγει⸂ὁ θάνατος ἀπʼ αὐτῶν.
και εν ταισ ημεραισ εκειναισ ζητησουσιν οι ανθρωποι τον θανατον και ου μη ευρησουσιν αυτον και επιθυμησουσιν αποθανειν και φευξεται απ αυτων ο θανατοσ
7 Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ⸂ὅμοιοι χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων,
και τα ομοιωματα των ακριδων ομοια ιπποισ ητοιμασμενοισ εισ πολεμον και επι τασ κεφαλασ αυτων ωσ στεφανοι χρυσοι και τα προσωπα αυτων ωσ προσωπα ανθρωπων
8 καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν,
και ειχον τριχασ ωσ τριχασ γυναικων και οι οδοντεσ αυτων ωσ λεοντων ησαν
9 καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον·
και ειχον θωρακασ ωσ θωρακασ σιδηρουσ και η φωνη των πτερυγων αυτων ωσ φωνη αρματων ιππων πολλων τρεχοντων εισ πολεμον
10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ⸂ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε.
και εχουσιν ουρασ ομοιασ σκορπιοισ και κεντρα και εν ταισ ουραισ αυτων εξουσιαν εχουσιν του αδικησαι τουσ ανθρωπουσ μηνασ πεντε
11 ⸂ἔχουσιν ἐπʼ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδών, ⸂καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων. (Abyssos g12)
εχουσαι βασιλεα επ αυτων αγγελον τησ αβυσσου ονομα αυτω εβραιστι αββαδων εν δε τη ελληνικη ονομα εχει απολλυων (Abyssos g12)
12 Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
η ουαι η μια απηλθεν ιδου ερχεται ετι δυο ουαι μετα ταυτα
13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ ⸀τῶνκεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ,
και ο εκτοσ αγγελοσ εσαλπισεν και ηκουσα φωνην μιαν εκ των τεσσαρων κερατων του θυσιαστηριου του χρυσου του ενωπιον του θεου
14 ⸀λέγοντατῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα· Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.
λεγουσαν τω εκτω αγγελω ο εχων την σαλπιγγα λυσον τουσ τεσσαρασ αγγελουσ τουσ δεδεμενουσ επι τω ποταμω τω μεγαλω ευφρατη
15 καὶἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν ⸀καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων.
και ελυθησαν οι τεσσαρεσ αγγελοι οι ητοιμασμενοι εισ την ωραν και εισ την ημεραν και μηνα και ενιαυτον ινα αποκτεινωσιν το τριτον των ανθρωπων
16 καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ⸀ἱππικοῦ⸀δισμυριάδεςμυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.
και ο αριθμοσ των στρατευματων του ιππου μυριαδεσ μυριαδων ηκουσα τον αριθμον αυτων
17 καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπʼ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον.
και ουτωσ ειδον τουσ ιππουσ εν τη ορασει και τουσ καθημενουσ επ αυτων εχοντασ θωρακασ πυρινουσ και υακινθινουσ και θειωδεισ και αι κεφαλαι των ιππων ωσ κεφαλαι λεοντων και εκ των στοματων αυτων εκπορευεται πυρ και καπνοσ και θειον
18 ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ⸀ἐκτοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.
απο των τριων πληγων τουτων απεκτανθησαν το τριτον των ανθρωπων απο του πυροσ και του καπνου και του θειου του εκπορευομενου εκ των στοματων αυτων
19 ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ⸀ὄφεσιν ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.
η γαρ εξουσια των ιππων εν τω στοματι αυτων εστιν και εν ταισ ουραισ αυτων αι γαρ ουραι αυτων ομοιαι οφεων εχουσαι κεφαλασ και εν αυταισ αδικουσιν
20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, ⸀οὐδὲμετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ ⸀προσκυνήσουσιντὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν ⸀δύνανταιοὔτε ἀκούειν οὔτε περιπατεῖν,
και οι λοιποι των ανθρωπων οι ουκ απεκτανθησαν εν ταισ πληγαισ ταυταισ ου μετενοησαν εκ των εργων των χειρων αυτων ινα μη προσκυνησωσιν τα δαιμονια και τα ειδωλα τα χρυσα και τα αργυρα και τα χαλκα και τα λιθινα και τα ξυλινα α ουτε βλεπειν δυναται ουτε ακουειν ουτε περιπατειν
21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν ⸀φαρμάκωναὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.
και ου μετενοησαν εκ των φονων αυτων ουτε εκ των φαρμακειων αυτων ουτε εκ τησ πορνειασ αυτων ουτε εκ των κλεμματων αυτων

< Αποκαλυψις Ιωαννου 9 >