< Αποκαλυψις Ιωαννου 8 >
1 Καὶ ⸀ὅτανἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.
As soon as the Lamb had broken the seventh seal, there was silence in heaven for, it might be, half an hour.
2 καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
Then I saw the seven angels who stand before God, and seven trumpets were given to them.
3 Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα ⸀δώσειταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
Next, another angel came and stood at the altar with a golden censer in his hand; and a great quantity of incense was given to him, to mingle with the prayers of all Christ’s people on the golden altar before the throne.
4 καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.
The smoke of the incense ascended, with the prayers of Christ’s people, from the hand of the angel before God.
5 καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός.
Then the angel took the censer, and filled it with fire from the altar, and threw it down on the earth; and there followed peals of thunder, cries, flashes of lightning, and an earthquake.
6 Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ⸀αὑτοὺςἵνα σαλπίσωσιν.
Then the seven angels holding the seven trumpets prepared to blow their blasts.
7 Καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
The first blew; and there came hail and fire mixed with blood, and it fell on the earth. A third part of the earth was burnt up, and a third of the trees, and every blade of grass.
8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα ⸀πυρὶκαιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,
Then the second angel blew; and what appeared to be a great mountain, burning, was hurled into the sea. A third of the sea became blood,
9 καὶ ἀπέθανε τὸ τρίτον ⸀τῶνκτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων ⸀διεφθάρησαν
and a third part of all created things that are in the sea – that is, of all living things – died, and a third of the ships was destroyed.
10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων.
Then the third angel blew; and there fell from the heavens a great star, burning like a torch. It fell on a third of the rivers and on the springs.
11 καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται· ⸀ὁἌψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
(The star is called ‘Wormwood.’) A third of the water became bitter as wormwood, and so bitter was the water that many died from drinking it.
12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ⸂ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως.
Then the fourth angel blew; and a third of the sun and a third of the moon and a third of the stars were blasted, so that a third of them was eclipsed, and for a third part of the day there was no light, and at night it was the same.
13 Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ· Οὐαὶ οὐαὶ οὐαὶ ⸂τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.
And, in my vision, I heard an eagle flying in mid-heaven and crying in a loud voice – ‘Woe, woe, woe for all who live on the earth, at the other trumpet-blasts of the three angels who have yet to blow.’