< Αποκαλυψις Ιωαννου 3 >
1 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
And to the angel of the church in Sardes write: These things saith he who hath the seven spirits of God, and the seven stars: I know thy works, that thou hast a name that thou livest, and art dead.
2 γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ⸂ἔμελλον ἀποθανεῖν, οὐ γὰρ εὕρηκά σου ⸀τὰἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου·
Be watchful, and strengthen the remaining things, that were ready to die; for I have not found thy works perfect before my God.
3 μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας καὶ τήρει, καὶ μετανόησον· ἐὰν οὖν μὴ γρηγορήσῃς, ⸀ἥξωὡς κλέπτης, καὶ οὐ μὴ ⸀γνῷςποίαν ὥραν ἥξω ἐπὶ σέ·
Remember therefore how thou hast received and heard, and keep those things, and repent. If therefore thou shalt not watch, I will come as a thief, and thou shalt not know at what hour I will come upon thee.
4 ἀλλὰ ⸂ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετʼ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.
But thou hast a few names in Sardes which have not defiled their garments; and they shall walk with me in white, for they are worthy.
5 ὁ νικῶν ⸀οὕτωςπεριβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.
He that overcometh, the same shall be clothed in white garments; and I will not blot out his name from the book of life, and I will acknowledge his name before my Father, and before his angels.
6 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
He that hath an ear, let him hear what the Spirit saith to the churches.
7 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν ⸀Δαυίδ ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, ⸂καὶ κλείων καὶ οὐδεὶς ⸀ἀνοίγει
And to the angel of the church in Philadelphia write: These things saith he who is holy, he who is true, he who hath the key of David; he who openeth, and no one shall shut; and shutteth, and no one shall open:
8 Οἶδά σου τὰ ἔργα— ἰδοὺ δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν— ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
I know thy works; behold, I have set before thee an open door, which no one can shut; for thou hast little power, and yet hast kept my word, and hast not denied my name.
9 ἰδοὺ ⸀διδῶἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν ἀλλὰ ψεύδονται— ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ⸂ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ⸀ἐγὼἠγάπησά σε.
Behold, I will make those of the synagogue of Satan, who say they are Jews, and are not, but do lie, —behold, I will make them to come and bow down before thy feet, and to know that I have loved thee.
10 ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
Because thou hast kept my injunction of endurance, I also will keep thee from the hour of temptation, which is about to come upon the whole world, to try those who dwell upon the earth.
11 ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
I come quickly; hold fast that which thou hast, that no one may take thy crown.
12 ὁ νικῶν ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπʼ αὐτὸν τὸ ὄνομα τοῦ θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ θεοῦ μου, τῆς καινῆς Ἰερουσαλήμ, ἡ ⸀καταβαίνουσαἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.
He that overcometh, I will make him a pillar in the temple of my God, and he shall nevermore go out; and I will write upon him the name of my God, and the name of the city of my God, the new Jerusalem, which cometh down out of heaven from my Gods and I will write upon him my new name.
13 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
He that hath an ear, let him hear what the Spirit saith to the churches.
14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς ⸀καὶἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ·
And to the angel of the church in Laodicea write: These things saith the Amen, the faithful and true witness, the beginning of the creation of God:
15 Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.
I know thy works, that thou art neither cold nor hot; I would thou wert cold or hot.
16 οὕτως, ὅτι χλιαρὸς εἶ καὶ ⸀οὔτεζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
So then, because thou art lukewarm, and neither hot nor cold, I am about to vomit thee out of my mouth.
17 ὅτιλέγεις ⸀ὅτι Πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ ⸀οὐδὲνχρείαν ἔχω, καὶοὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος ⸀καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,
Because thou sayest, I am rich, and have gotten wealth, and have need of nothing, and knowest not that thou art the wretched and the pitiable one, and poor, and blind, and naked,
18 συμβουλεύω σοι ἀγοράσαι ⸂παρʼ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλούριον ⸀ἐγχρῖσαιτοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.
I advise thee to buy of me gold refined by fire, that thou mayst be rich; and white garments, that thou mayst be clothed, and that the shame of thy nakedness may not be made manifest; and eye-salve to anoint thine eyes, that thou mayst see.
19 ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ⸀ζήλευεοὖν καὶ μετανόησον.
As many as I love, I rebuke and chasten. Be zealous therefore, and repent.
20 ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶκρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, ⸀καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετʼ αὐτοῦ καὶ αὐτὸς μετʼ ἐμοῦ.
Behold, I stand at the door, and knock; if any one hear my voice, and open the door, I will come in to him, and will sup with him, and he with me.
21 ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετʼ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
He that overcometh, I will give to him to sit with me on my throne, even as I also overcame, and sat down with my Father on his throne.
22 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
He that hath an ear, let him hear what the Spirit saith to the churches,