< Αποκαλυψις Ιωαννου 22 +

1 Καὶ ἔδειξέν μοι ⸀ποταμὸνὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου
And he shewed me a river of the water of life, clear as crystal, proceeding out from the throne of God and the Lamb.
2 ἐν μέσῳ τῆς πλατείας αὐτῆς· καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ⸀ἀποδιδοῦντὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
In the midst of the street of it, and on either side of the river, is the tree of life, producing twelve manner of fruits, yielding its fruit every month: and the leaves of the tree are for the healing of the nations.
3 καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι. καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ,
And there shall be no more curse. And the throne of God and the Lamb shall be in it; and his servants shall serve him:
4 καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
and they shall see his face; and his name shall be on their foreheads.
5 καὶ νὺξ οὐκ ἔσται ⸀ἔτι καὶ ⸂οὐκ ἔχουσιν χρείαν ⸀φωτὸςλύχνου καὶ ⸀φῶςἡλίου, ὅτι κύριος ὁ θεὸς φωτίσει ⸀ἐπʼαὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn g165)
And there shall be no more night; and they have no need of the light of a candle, nor the light of the sun; because the Lord God shines on them: and they shall reign until the ages of the ages. (aiōn g165)
6 Καὶ ⸀εἶπένμοι· Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ ⸀ὁκύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει·
And he said to me, These words are faithful and true: and the Lord God of the spirits of the prophets has sent his angel to show to his servants the things which it behooves quickly to come to pass.
7 καὶ ἰδοὺ ἔρχομαι ταχύ· μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
Behold, I indeed am coming quickly. Blessed is the one keeping the words of the prophecy of this book.
8 Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
And I John am the one seeing and hearing these things; and when I heard and saw, I fell down to worship before the feet of the angel, the one showing me these things.
9 καὶ λέγει μοι· Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.
And he says to me, See that you do it not: I am your fellow-servant, and one of your brethren the prophets, and of those keeping the words of this book: worship God.
10 Καὶ λέγει μοι· Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
And he says to me; Seal not the sayings of the prophecy of this book: for the season is nigh.
11 ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ⸀ῥυπαρευθήτωἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
Let the unrighteous one still continue to do injustice; and let the filthy one still be filthy; and let the righteous one still do righteousness; and let the holy one still be sanctified.
12 Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετʼ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ⸀ἐστὶναὐτοῦ.
Behold, I am coming quickly; and my reward is with me, to give unto each one as his work is.
13 ἐγὼ τὸ Ἄλφα καὶ τὸ Ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ⸀ἡἀρχὴ καὶ ⸀τὸτέλος.
I am Alpha and Omega, the first and the last, the beginning and the end.
14 Μακάριοι οἱ ⸂πλύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
Happy are those who wash their robes, that they may have right to the tree of life, and enter in through the gates into the city.
15 ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.
For without are dogs, and sorcerers, and harlots, and murderers, and idolaters, and every one doing and loving falsehood.
16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός.
I Jesus sent my angel to testify unto you these things in the churches. I am the root and offspring of David, the bright and morning-star.
17 καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· Ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω· Ἔρχου· καὶ ὁ διψῶν ἐρχέσθω, ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
Both the Spirit and the bride are saying, Come. And let the one hearing say, Come. And let the one thirsting come; let the one who is willing receive the water of life freely.
18 Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπʼ αὐτά, ⸀ἐπιθήσειὁ θεὸς ἐπʼ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·
I testify to every one hearing the words of the prophecy of this book. If any one may add to these things, God will add unto him the plagues which are written in this book:
19 καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ⸀ἀφελεῖὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
and if any one may take from the words of the book of this prophecy, God will take his part from the tree of life, and from the holy city, from the things which are written in this book.
20 Λέγει ὁ μαρτυρῶν ταῦτα· Ναί· ἔρχομαι ταχύ. Ἀμήν· ⸀ἔρχου κύριε Ἰησοῦ.
The one testifying these things says, Yes, I am coming quickly. Amen, come Lord Jesus.
21 Ἡ χάρις τοῦ κυρίου ⸀Ἰησοῦμετὰ ⸀πάντων
The grace of the Lord Jesus be with you all.

< Αποκαλυψις Ιωαννου 22 +