< Αποκαλυψις Ιωαννου 16 >

1 Καὶ ἤκουσα ⸂μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· Ὑπάγετε καὶ ⸀ἐκχέετετὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν.
و آوازی بلند شنیدم که از میان قدس به آن هفت فرشته می‌گوید که «بروید، هفت پیاله غضب خدا را بر زمین بریزید.»۱
2 Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
و اولی رفته، پیاله خود را بر زمین ریخت ودمل زشت و بد بر مردمانی که نشان وحش دارندو صورت او را می‌پرستند، بیرون آمد.۲
3 Καὶ ὁ ⸀δεύτεροςἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ⸀ζωῆςἀπέθανεν ⸀τὰἐν τῇ θαλάσσῃ.
و دومین پیاله خود را به دریا ریخت که آن به خون مثل خون مرده مبدل گشت و هر نفس زنده از چیزهایی که در دریا بود بمرد.۳
4 Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς ⸀καὶτὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα.
و سومین پیاله خود را در نهرها و چشمه های آب ریخت و خون شد.۴
5 καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· Δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ⸀ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας,
و فرشته آبها را شنیدم که می‌گوید: عادلی تو که هستی و بودی‌ای قدوس، زیرا که چنین حکم کردی،۵
6 ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ⸀δέδωκαςπιεῖν· ἄξιοί εἰσιν.
چونکه خون مقدسین و انبیا را ریختند و بدیشان خون دادی که بنوشند زیرا که مستحقند.»۶
7 καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· Ναί, κύριε, ὁ θεός, ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
و شنیدم که مذبح می‌گوید: «ای خداوند، خدای قادرمطلق، داوریهای تو حق و عدل است.»۷
8 Καὶ ὁ ⸀τέταρτοςἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι ⸂τοὺς ἀνθρώπους ἐν πυρί.
و چهارمین، پیاله خود را بر آفتاب ریخت؛ وبه آن داده شد که مردم را به آتش بسوزاند.۸
9 καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα· καὶ ⸀ἐβλασφήμησαντὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος ⸀τὴνἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
ومردم به حرارت شدید سوخته شدند و به اسم آن خدا که بر این بلایا قدرت دارد، کفر گفتند و توبه نکردند تا او را تمجید نمایند.۹
10 Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,
و پنجمین، پیاله خود را بر تخت وحش ریخت و مملکت او تاریک گشت و زبانهای خودرا از درد می‌گزیدند،۱۰
11 καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
و به خدای آسمان به‌سبب دردها و دملهای خود کفر می‌گفتند و ازاعمال خود توبه نکردند.۱۱
12 Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸνποταμὸν τὸν μέγαν ⸀τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
و ششمین، پیاله خود را بر نهر عظیم فرات ریخت و آبش خشکید تا راه پادشاهانی که ازمشرق آفتاب می‌آیند، مهیا شود.۱۲
13 καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα ⸂τρία ἀκάθαρτα ὡς βάτραχοι·
و دیدم که ازدهان اژدها و از دهان وحش و از دهان نبی کاذب، سه روح خبیث چون وزغها بیرون می‌آیند.۱۳
14 εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ⸀ἡμέραςτῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος—
زیرا که آنها ارواح دیوها هستند که معجزات ظاهر می‌سازند و بر پادشاهان تمام ربع مسکون خروج می‌کنند تا ایشان را برای جنگ آن روزعظیم خدای قادر مطلق فراهم آورند.۱۴
15 Ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ—
«اینک چون دزد می‌آیم! خوشابحال کسی‌که بیدار شده، رخت خود را نگاه دارد، مباداعریان راه رود و رسوایی او را ببینند.»۱۵
16 καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.
و ایشان را به موضعی که آن را در عبرانی حارمجدون می‌خوانند، فراهم آوردند.۱۶
17 Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα— καὶ ἐξῆλθεν φωνὴ μεγάλη ⸀ἐκτοῦ ⸀ναοῦἀπὸ τοῦ θρόνου λέγουσα· Γέγονεν—
و هفتمین، پیاله خود را بر هوا ریخت وآوازی بلند از میان قدس آسمان از تخت بدرآمده، گفت که «تمام شد.»۱۷
18 καὶ ἐγένοντο ἀστραπαὶ καὶ ⸂φωναὶ καὶ βρονταί, καὶ σεισμὸς ⸀ἐγένετομέγας, οἷος οὐκ ἐγένετο ἀφʼ οὗ ⸂ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτω μέγας,
و برقها و صداها ورعدها حادث گردید و زلزله‌ای عظیم شد آن چنانکه از حین آفرینش انسان بر زمین زلزله‌ای به این شدت و عظمت نشده بود.۱۸
19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν· καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ·
و شهر بزرگ به سه قسم منقسم گشت و بلدان امت‌ها خراب شدو بابل بزرگ در حضور خدا بیاد آمد تا پیاله خمرغضب آلود خشم خود را بدو دهد.۱۹
20 καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν.
و هرجزیره گریخت و کوهها نایاب گشت،۲۰
21 καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.
و تگرگ بزرگ که گویا به وزن یک من بود، از آسمان برمردم بارید و مردم به‌سبب صدمه تگرگ، خدا راکفر گفتند زیرا که صدمه‌اش بینهایت سخت بود.۲۱

< Αποκαλυψις Ιωαννου 16 >