< Αποκαλυψις Ιωαννου 15 >

1 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.
And I saw another sign in the heaven, great and wonderful, seven angels having the seven last plagues; that in them the wrath of God is finished.
2 Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ.
And I saw as it were a sea of glass mingled with fire: and those who conquer from the beast, and from his image, and from the number of his name, standing on the sea of glass, having the harps of God.
3 καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες· Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε, ὁ θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ⸀αἰώνων
And they are singing the song of Moses the servant of God, and the song of the Lamb, saying, Great and wonderful are thy works, O Lord God Omnipotent; true and righteous are thy ways, thou King of the nations:
4 τίς οὐ μὴ ⸀φοβηθῇ κύριε, καὶ ⸀δοξάσειτὸ ὄνομά σου, ὅτι μόνος ⸀ὅσιος ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
Who may not fear, O Lord, and will not glorify thy name? because thou alone art holy; because all the nations shall come and worship before thee; because thy righteous acts have been made manifest.
5 Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,
And after these things I saw, and the temple of the tabernacle of the testimony in the heaven was open:
6 καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ⸀ἐνδεδυμένοι⸀λίνονκαθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
and the seven angels, having the seven plagues, came out from the temple, clothed in clean, bright linen, and encircled about the breast with golden girdles.
7 καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn g165)
And one of the four living creatures gave to the seven angels seven golden bowls full of the wrath of God who liveth unto the ages of the ages. (aiōn g165)
8 καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
And the temple was filled with smoke from the glory of God, and from his power; and no one was able to enter into the temple, until the seven plagues of the seven angels may be finished.

< Αποκαλυψις Ιωαννου 15 >