< Αποκαλυψις Ιωαννου 10 >
1 Καὶ εἶδον ⸀ἄλλονἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ ⸂τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός,
και ειδον αλλον αγγελον ισχυρον καταβαινοντα εκ του ουρανου περιβεβλημενον νεφελην και ιρις επι της κεφαλης και το προσωπον αυτου ως ο ηλιος και οι ποδες αυτου ως στυλοι πυρος
2 καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ⸀βιβλαρίδιονἠνεῳγμένον. καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,
και ειχεν εν τη χειρι αυτου βιβλαριδιον ανεωγμενον και εθηκεν τον ποδα αυτου τον δεξιον επι την θαλασσαν τον δε ευωνυμον επι την γην
3 καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.
και εκραξεν φωνη μεγαλη ωσπερ λεων μυκαται και οτε εκραξεν ελαλησαν αι επτα βρονται τας εαυτων φωνας
4 καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς.
και οτε ελαλησαν αι επτα βρονται τας φωνας εαυτων εμελλον γραφειν και ηκουσα φωνην εκ του ουρανου λεγουσαν μοι σφραγισον α ελαλησαν αι επτα βρονται και μη ταυτα γραψης
5 καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν,
και ο αγγελος ον ειδον εστωτα επι της θαλασσης και επι της γης ηρεν την χειρα αυτου εις τον ουρανον
6 καὶ ⸀ὤμοσεντῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται· (aiōn )
και ωμοσεν εν τω ζωντι εις τους αιωνας των αιωνων ος εκτισεν τον ουρανον και τα εν αυτω και την γην και τα εν αυτη και την θαλασσαν και τα εν αυτη οτι χρονος ουκ εσται ετι (aiōn )
7 ἀλλʼ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς ⸂ἑαυτοῦ δούλους τοὺς προφήτας.
αλλα εν ταις ημεραις της φωνης του εβδομου αγγελου οταν μελλη σαλπιζειν και τελεσθη το μυστηριον του θεου ως ευηγγελισεν τοις εαυτου δουλοις τοις προφηταις
8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν ⸀λαλοῦσανμετʼ ἐμοῦ καὶ ⸀λέγουσαν Ὕπαγε λάβε τὸ ⸀βιβλίοντὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.
και η φωνη ην ηκουσα εκ του ουρανου παλιν λαλουσα μετ εμου και λεγουσα υπαγε λαβε το βιβλαριδιον το ηνεωγμενον εν τη χειρι αγγελου του εστωτος επι της θαλασσης και επι της γης
9 καὶ ⸀ἀπῆλθαπρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ ⸀βιβλαρίδιον καὶ λέγει μοι· Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλʼ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.
και απηλθον προς τον αγγελον λεγων αυτω δος μοι το βιβλαριδιον και λεγει μοι λαβε και καταφαγε αυτο και πικρανει σου την κοιλιαν αλλ εν τω στοματι σου εσται γλυκυ ως μελι
10 καὶ ἔλαβον τὸ ⸀βιβλαρίδιονἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
και ελαβον το βιβλαριδιον εκ της χειρος του αγγελου και κατεφαγον αυτο και ην εν τω στοματι μου ως μελι γλυκυ και οτε εφαγον αυτο επικρανθη η κοιλια μου
11 Καὶ λέγουσίν μοι· Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς ⸀καὶἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.
και λεγει μοι δει σε παλιν προφητευσαι επι λαοις και εθνεσιν και γλωσσαις και βασιλευσιν πολλοις