< Προς Φιλιππησιους 1 >
1 Παῦλος καὶ Τιμόθεος δοῦλοι ⸂Χριστοῦ Ἰησοῦ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις·
Paul and Timothy, the servants of Jesus Christ, to all the saints who are at Philippi, with the bishops and deacons.
2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
Grace and peace unto you from God our Father and the Lord Jesus Christ.
3 Εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν
I thank my God for every mention of you,
4 πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν, μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος,
always in all my prayer with joy making supplication,
5 ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ ⸀τῆςπρώτης ἡμέρας ἄχρι τοῦ νῦν,
for your fellowship in the gospel from the first clay until now;
6 πεποιθὼς αὐτὸ τοῦτο ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας ⸂Χριστοῦ Ἰησοῦ·
having confidence as to this same thing, that the one having begun a good work in you will perfect it unto the day of Jesus Christ:
7 καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας·
as it is righteous for me to think in behalf of you all, because I have you in my heart, both in my bonds and in the defence and confirmation of the gospel, that you are all my fellow-partakers of the grace.
8 μάρτυς γάρ ⸀μουὁ θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις ⸂Χριστοῦ Ἰησοῦ.
For God is my witness, how I long after you in the affections of Jesus Christ.
9 καὶ τοῦτο προσεύχομαι ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει,
And I pray this, that your divine love may yet more and more abound in perfect knowledge and all understanding;
10 εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ,
in order that you may distinguish those things which differ; that you may be pure and without offence in the day of Christ;
11 πεπληρωμένοι ⸂καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ.
being filled with the fruit of righteousness, through Jesus Christ, unto the glory and praise of God.
12 Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατʼ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν,
But I wish you, brethren, to know that the affairs appertaining to me have turned out rather unto the promotion of the gospel.
13 ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν,
So that my bonds in Christ are manifest in all the pretorian army, and to all the rest;
14 καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν ⸀λόγονλαλεῖν.
and many of the brethren in the Lord, being confident through my bonds, are bold to speak the word of God more fluently without fear.
15 Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ διʼ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν·
Some indeed through envy and strife, and some through good will, are preaching Christ:
16 οἱ μὲν ἐξ ⸂ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι⸃,
the latter from divine love, knowing that I am set for the defence of the gospel:
17 οἱ δὲ ἐξ ⸂ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου⸃.
the former from self-seeking are proclaiming Christ insincerely, thinking that they will add affliction to my bonds.
18 τί γάρ; πλὴν ⸀ὅτιπαντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω· ἀλλὰ καὶ χαρήσομαι,
For what is it? moreover that in every place, whether in pretext or in truth, Christ is proclaimed; and I rejoice in this, yes, and I will rejoice.
19 οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ,
For I know that this will turn out to me unto salvation, through your prayer and the supply of the Spirit of Jesus Christ,
20 κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλʼ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
according to my earnest expectation and hope, that I shall be ashamed in nothing, but with all boldness, as always, even now Christ will be magnified in my body, whether by life, or by death.
21 ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος.
For Christ is my life, and death is my gain.
22 εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου— καὶ τί αἱρήσομαι οὐ γνωρίζω·
But if to live in the flesh, this shall be to me the fruit of the work, indeed I know not what I shall ask.
23 συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ ⸀γὰρμᾶλλον κρεῖσσον,
But I am in a strait between two, having a desire to depart and to be with Christ; for this is far better:
24 τὸ δὲ ἐπιμένειν ⸀ἐντῇ σαρκὶ ἀναγκαιότερον διʼ ὑμᾶς.
but to remain in the flesh is safer on account of you.
25 καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ ⸀παραμενῶπᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως,
And having confidence in this, I know that I shall abide with you all, unto your promotion and the joy of your faith;
26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
in order that your rejoicing in Christ Jesus may abound in me through my coming again unto you.
27 Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ⸀ἀκούωτὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου,
Only live worthily of the gospel of Christ: in order that, whether coming and seeing you or being absent, I hear those things concerning you, that you are standing in one spirit, with one soul contending for the faith of the gospel;
28 καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων (ἥτις ⸂ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας, ⸀ὑμῶνδὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ,
and not being intimidated in anything by the adversaries: which is to them the manifestation of destruction, but of your salvation, and this is from God;
29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν),
because the blessing is conferred on you in behalf of Christ, not only to believe on him, but indeed to suffer for him:
30 τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.
having the same conflict as you saw in me, and now hearing me.