< Προς Φιλημονα 1 >

1 Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
Paul, the prisoner of Jesus Christ, and brother Timothy, to Philemon the beloved also our fellow-laborer,
2 καὶ Ἀπφίᾳ τῇ ⸀ἀδελφῇκαὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατʼ οἶκόν σου ἐκκλησίᾳ·
and to sister Apphia, and Archippus our fellow-soldier, and the church in your house.
3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
Grace to you and peace from God our Father and the Lord Jesus Christ.
4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
I give thanks to my God always, making mention of you in my prayers,
5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις ⸀πρὸςτὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,
hearing about your divine love, and the faith which you have toward the Lord Jesus, and all the saints;
6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ ⸀τοῦἐν ἡμῖν εἰς ⸀Χριστόν
in order that the fellowship of your faith may be efficient in the perfect knowledge of every good thing which is in you toward Christ.
7 ⸀χαρὰνγὰρ ⸂πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
For I had much joy and consolation over your divine love, because the affections of the saints have been refreshed by you, O brother.
8 Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον,
Therefore, having much boldness in Christ to command you to that which is appropriate,
9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος ⸂Χριστοῦ Ἰησοῦ—
on account of the divine love, I the more exhort you, being such as Paul the aged, and now also the prisoner of Jesus Christ.
10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς ⸀δεσμοῖςὈνήσιμον,
I exhort you concerning my son, whom I begat in my bonds, Onesimus,
11 τόν ποτέ σοι ἄχρηστον νυνὶ ⸀δὲσοὶ καὶ ἐμοὶ εὔχρηστον,
him at one time unprofitable to you, but now profitable both to you and to me: whom I have sent back to you,
12 ὃν ἀνέπεμψά ⸂σοι αὐτόν, τοῦτʼ ἔστιν τὰ ἐμὰ σπλάγχνα·
him, that is my own heart.
13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ ⸂μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,
Whom I did wish to have with me, in order that he might minister unto me in your stead in the bonds of the gospel:
14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον·
but without your consent I did not wish to do anything; in order that your good might not be by constraint, but by the free will:
15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, (aiōnios g166)
for on this account he suddenly departed from you for an hour, that you might have him back forever; (aiōnios g166)
16 οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ.
no longer as a slave, but more than a slave, a brother beloved, especially to me, and much more to you, both in the flesh and in the Lord:
17 Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
if then you have me a comrade, receive him as myself.
18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ⸀ἐλλόγα
If he has wronged you as to anything, or owes you anything, charge this to me.
19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
I Paul have written with my own hand, I will pay it: not that I may say to you that you even owe yourself to me.
20 ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν ⸀Χριστῷ
Yea, brother, let me rejoice over you in the Lord: refresh my heart in Christ.
21 πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ⸀ἃλέγω ποιήσεις.
Having confidence in your obedience I have written to you, knowing that you will do even more than those things which I say.
22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
And at the same time also prepare for me a lodging: for I hope that through your prayers I will be consigned unto you.
23 ⸀Ἀσπάζεταίσε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,
Epaphras, my fellow-soldier in Christ Jesus;
24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
Mark, Aristarchus, Demas, Luke, my fellow-workers, salute you.
25 Ἡ χάρις τοῦ ⸀κυρίουἸησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ⸀ὑμῶν
The grace of the Lord Jesus Christ be with your spirit.

< Προς Φιλημονα 1 >