< Κατα Ματθαιον 9 >

1 Καὶ ⸀ἐμβὰς⸀εἰςπλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
And having embarked into the ship, He crossed over, and came into His own city.
2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει, τέκνον· ⸀ἀφίενταί⸂σου αἱ ἁμαρτίαι.
And behold, they were bringing to Him a paralyzed man, lying on a bed: and Jesus seeing their faith said to the paralytic, Be of good cheer, child, thy sins are forgiven thee.
3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ.
And behold, certain ones of the scribes said among themselves; This man blasphemeth.
4 καὶ ⸀εἰδὼςὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ⸀Ἱνατίἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
And Jesus seeing their thoughts said, Why do you think evil in your hearts?
5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν· ⸀Ἀφίενταίσου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ⸀Ἔγειρεκαὶ περιπάτει;
For whether is it easier, to say, Thy sins are forgiven thee; or, Arise, and walk about?
6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— τότε λέγει τῷ παραλυτικῷ· ⸀Ἐγερθεὶςἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
But in order that you may know that the Son of man has power on earth to forgive sins, (then He says to the paralytic), Having arisen, take thy bed, and depart into thy house.
7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
And having arisen, he came away to his own house.
8 ἰδόντες δὲ οἱ ὄχλοι ⸀ἐφοβήθησανκαὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
And the multitude seeing, were astonished, and glorified God, who giveth such power to men.
9 Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
And Jesus passing along from thence, saw a man sitting at the toll, called Matthew; and He says to him, Follow me. And having arisen up, he followed Him.
10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, ⸀καὶἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ.
And it came to pass, He was sitting at the table in the house, behold, many publicans and sinners, having come were sitting along with Jesus and His disciples.
11 καὶ ἰδόντες οἱ Φαρισαῖοι ⸀ἔλεγοντοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;
And the Pharisees seeing, said to His disciples, Wherefore does your teacher eat with publicans and sinners?
12 ὁ ⸀δὲἀκούσας ⸀εἶπεν Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες.
And Jesus hearing said to them, They that are whole have no need of a physician, but they that are sick.
13 πορευθέντες δὲ μάθετε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ⸀ἁμαρτωλούς
But having gone, learned what this is, I wish mercy and not sacrifice: for I came not to call the righteous, but sinners to repentance.
14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν ⸀πολλά οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;
Then the disciples of John come to Him, saying, Wherefore do we and the Pharisee fast, but thy disciples do not fast?
15 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφʼ ὅσον μετʼ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.
And Jesus said to them, The sons of the bride-chamber are not able to fast, so long as the bridegroom is with them. But the day will come, when the bride-groom must be taken from them, and then they will fast.
16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται.
But no one puts a piece of new cloth on an old garment; for it takes its fullness from the garment, and the rent is made worse.
17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ⸀ἀπόλλυνται ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται.
Neither do they put new wine in old bottles: lest the bottles are broken, and the wine poured out, and the bottles shall perish: but they put the new wine into the new bottles, and both are preserved.
18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς ⸀ἐλθὼνπροσεκύνει αὐτῷ λέγων ὅτι Ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπʼ αὐτήν, καὶ ζήσεται.
And He speaking these things to them, behold a certain ruler having come, continued to worship Him, saying, My daughter just now died: but having come put your hand on her, and she shall live.
19 καὶ ἐγερθεὶς ὁ Ἰησοῦς ⸀ἠκολούθειαὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.
And Jesus having risen, follows him, and His disciples.
20 Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ·
And behold, a woman, having an issue of blood twelve years, and coming to Him behind, touched the hem of His garment.
21 ἔλεγεν γὰρ ἐν ἑαυτῇ· Ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι.
For she continued to say within herself, If I may only touch His garment, I will be saved.
22 ὁ δὲ Ἰησοῦς ⸀στραφεὶςκαὶ ἰδὼν αὐτὴν εἶπεν· Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
And the woman was saved from that hour. And Jesus turning and seeing her said, Be of good cheer, daughter; thy faith hath saved thee.
23 καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον
And Jesus having come into the house of the ruler, and seeing the flute-players, and the weeping crowd,
24 ⸀ἔλεγεν Ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει· καὶ κατεγέλων αὐτοῦ.
says to them; Retire: for the damsel is not dead, but sleepeth. And they hooted at Him.
25 ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον.
And when the crowd was put out, coming to her, He took her by the hand, and the damsel arose.
26 καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
And this news went out into that whole country.
27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν ⸀αὐτῷδύο τυφλοὶ κράζοντες καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, ⸀υἱὲΔαυίδ.
And two blind men followed Him, going thence, crying out, and saying,
28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· Ναί, κύριε.
Have mercy on us, thou Son of David. And the blind men came to Him, having come into the house: and Jesus says to them, Do you believe that I am able to do this? They say to Him, Yea, Lord.
29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.
Then He touched their eyes, saying, Be it unto you according to your faith.
30 καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ ⸀ἐνεβριμήθηαὐτοῖς ὁ Ἰησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω·
And their eyes were opened. And Jesus charged them, saying, See that no one know it.
31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
But they having gone out, spread abroad His fame in all that country.
32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ⸀ἄνθρωπονκωφὸν δαιμονιζόμενον·
And they going out, behold, they brought to Him a dumb man, demonized.
33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες· Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.
And the demon having been cast out, the dumb spoke. And the multitudes were astonished, saying,
34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
Never did it so appear in Israel. And the Pharisees continued to say, He casts out the demons through the prince of the demons.
35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν ⸀μαλακίαν
And Jesus was going around all the cities and villages, teaching in their synagogues, and preaching the gospel of the kingdom, and healing every disease and ailment.
36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ⸀ὡσεὶπρόβατα μὴ ἔχοντα ποιμένα.
And seeing the multitudes, He was moved in compassion in their behalf, because they were fleeced and deserted, as sheep having no shepherd.
37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι·
Then He says to His disciples, The harvest truly is great and the laborers are few;
38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.
therefore pray the Lord of the harvest that he may send forth laborers into His harvest.

< Κατα Ματθαιον 9 >