< Κατα Ματθαιον 7 >

1 Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε·
Judge not, that you be not judged.
2 ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν.
For with what judgment you judge, you shall be judged: and with what measure you mete, it shall be measured to you again.
3 τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς;
And why behold you the mote that is in your brother’s eye, but consider not the beam that is in your own eye?
4 ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· Ἄφες ἐκάλω τὸ κάρφος ⸀ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ;
Or how will you say to your brother, Let me pull out the mote out of your eye; and, behold, a beam is in your own eye?
5 ὑποκριτά, ἔκβαλε πρῶτον ⸂ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
You hypocrite, first cast out the beam out of your own eye; and then shall you see clearly to cast out the mote out of your brother’s eye.
6 Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε ⸀καταπατήσουσιναὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
Give not that which is holy to the dogs, neither cast you your pearls before swine, lest they trample them under their feet, and turn again and rend you.
7 Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
Ask, and it shall be given you; seek, and you shall find; knock, and it shall be opened to you:
8 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ⸀ἀνοιγήσεται
For every one that asks receives; and he that seeks finds; and to him that knocks it shall be opened.
9 ἢ τίς ⸀ἐστινἐξ ὑμῶν ἄνθρωπος, ὃν ⸀αἰτήσειὁ υἱὸς αὐτοῦ ἄρτον— μὴ λίθον ἐπιδώσει αὐτῷ;
Or what man is there of you, whom if his son ask bread, will he give him a stone?
10 ⸀ἢκαὶ ⸂ἰχθὺν αἰτήσει— μὴ ὄφιν ἐπιδώσει αὐτῷ;
Or if he ask a fish, will he give him a serpent?
11 εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν.
If you then, being evil, know how to give good gifts to your children, how much more shall your Father which is in heaven give good things to them that ask him?
12 Πάντα οὖν ὅσα ⸀ἐὰνθέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
Therefore all things whatever you would that men should do to you, do you even so to them: for this is the law and the prophets.
13 Εἰσέλθατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ⸂ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι διʼ αὐτῆς·
Enter you in at the strait gate: for wide is the gate, and broad is the way, that leads to destruction, and many there be which go in thereat:
14 ⸀ὅτιστενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
Because strait is the gate, and narrow is the way, which leads to life, and few there be that find it.
15 ⸀Προσέχετεἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες.
Beware of false prophets, which come to you in sheep’s clothing, but inwardly they are ravening wolves.
16 ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν ⸀σταφυλὰςἢ ἀπὸ τριβόλων σῦκα;
You shall know them by their fruits. Do men gather grapes of thorns, or figs of thistles?
17 οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ·
Even so every good tree brings forth good fruit; but a corrupt tree brings forth evil fruit.
18 οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ⸀ποιεῖν οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.
A good tree cannot bring forth evil fruit, neither can a corrupt tree bring forth good fruit.
19 πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Every tree that brings not forth good fruit is hewn down, and cast into the fire.
20 ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
Why by their fruits you shall know them.
21 Οὐ πᾶς ὁ λέγων μοι· Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλʼ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν ⸀τοῖςοὐρανοῖς.
Not every one that says to me, Lord, Lord, shall enter into the kingdom of heaven; but he that does the will of my Father which is in heaven.
22 πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;
Many will say to me in that day, Lord, Lord, have we not prophesied in your name? and in your name have cast out devils? and in your name done many wonderful works?
23 καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπʼ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
And then will I profess to them, I never knew you: depart from me, you that work iniquity.
24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ⸀ὁμοιωθήσεταιἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν ⸂αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν.
Therefore whoever hears these sayings of mine, and does them, I will liken him to a wise man, which built his house on a rock:
25 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.
And the rain descended, and the floods came, and the winds blew, and beat on that house; and it fell not: for it was founded on a rock.
26 καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν ⸂αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον.
And every one that hears these sayings of mine, and does them not, shall be likened to a foolish man, which built his house on the sand:
27 καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.
And the rain descended, and the floods came, and the winds blew, and beat on that house; and it fell: and great was the fall of it.
28 Καὶ ἐγένετο ὅτε ⸀ἐτέλεσενὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ·
And it came to pass, when Jesus had ended these sayings, the people were astonished at his doctrine:
29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς ⸀αὐτῶν
For he taught them as one having authority, and not as the scribes.

< Κατα Ματθαιον 7 >