< Κατα Ματθαιον 6 >
1 Προσέχετε ⸀δὲτὴν ⸀δικαιοσύνηνὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.
'Take heed your kindness not to do before men, to be seen by them, and if not — reward ye have not from your Father who [is] in the heavens;
2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.
whenever, therefore, thou mayest do kindness, thou mayest not sound a trumpet before thee as the hypocrites do, in the synagogues, and in the streets, that they may have glory from men; verily I say to you — they have their reward!
3 σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου,
'But thou, doing kindness, let not thy left hand know what thy right hand doth,
4 ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ ⸀κρυπτῷ ἀποδώσει ⸀σοι
that thy kindness may be in secret, and thy Father who is seeing in secret Himself shall reward thee manifestly.
5 Καὶ ὅταν ⸂προσεύχησθε, οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί· ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ⸀ὅπωςφανῶσιν τοῖς ἀνθρώποις· ἀμὴν λέγω ⸀ὑμῖν ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
'And when thou mayest pray, thou shalt not be as the hypocrites, because they love in the synagogues, and in the corners of the broad places — standing — to pray, that they may be seen of men; verily I say to you, that they have their reward.
6 σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει ⸀σοι
'But thou, when thou mayest pray, go into thy chamber, and having shut thy door, pray to thy Father who [is] in secret, and thy Father who is seeing in secret, shall reward thee manifestly.
7 Προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί, δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται·
'And — praying — ye may not use vain repetitions like the nations, for they think that in their much speaking they shall be heard,
8 μὴ οὖν ὁ οιωθῆτε αὐτοῖς, οἶδεν γὰρ ⸀ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.
be ye not therefore like to them, for your Father doth know those things that ye have need of before your asking him;
9 Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου,
thus therefore pray ye: 'Our Father who [art] in the heavens! hallowed be Thy name.
10 ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ⸀ἐπὶγῆς·
'Thy reign come: Thy will come to pass, as in heaven also on the earth.
11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
'Our appointed bread give us to-day.
12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ⸀ἀφήκαμεντοῖς ὀφειλέταις ἡμῶν·
'And forgive us our debts, as also we forgive our debtors.
13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ ⸀πονηροῦ
'And mayest Thou not lead us to temptation, but deliver us from the evil, because Thine is the reign, and the power, and the glory — to the ages. Amen.
14 ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος·
'For, if ye may forgive men their trespasses He also will forgive you — your Father who [is] in the heavens;
15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ⸀ἀνθρώποις οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
but if ye may not forgive men their trespasses, neither will your Father forgive your trespasses.
16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ⸀ὡςοἱ ὑποκριταὶ σκυθρωποί, ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ⸀ὑμῖν ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.
'And when ye may fast, be ye not as the hypocrites, of sour countenances, for they disfigure their faces, that they may appear to men fasting; verily I say to you, that they have their reward.
17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι,
'But thou, fasting, anoint thy head, and wash thy face,
18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ ⸀κρυφαίῳ καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ ⸁κρυφαίῳἀποδώσει σοι.
that thou mayest not appear to men fasting, but to thy Father who [is] in secret, and thy Father, who is seeing in secret, shall reward thee manifestly.
19 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν·
'Treasure not up to yourselves treasures on the earth, where moth and rust disfigure, and where thieves break through and steal,
20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν·
but treasure up to yourselves treasures in heaven, where neither moth nor rust doth disfigure, and where thieves do not break through nor steal,
21 ὅπου γάρ ἐστιν ὁ θησαυρός ⸀σου ἐκεῖ ἔσται καὶ ἡ καρδία ⸁σου
for where your treasure is, there will be also your heart.
22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν ⸂ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται·
'The lamp of the body is the eye, if, therefore, thine eye may be perfect, all thy body shall be enlightened,
23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον.
but if thine eye may be evil, all thy body shall be dark; if, therefore, the light that [is] in thee is darkness — the darkness, how great!
24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
'None is able to serve two lords, for either he will hate the one and love the other, or he will hold to the one, and despise the other; ye are not able to serve God and Mammon.
25 Διὰ τοῦτο λέγω ὑμῖν· μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί ⸀φάγητε μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
'Because of this I say to you, be not anxious for your life, what ye may eat, and what ye may drink, nor for your body, what ye may put on. Is not the life more than the nourishment, and the body than the clothing?
26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;
look to the fowls of the heaven, for they do not sow, nor reap, nor gather into storehouses, and your heavenly Father doth nourish them; are not ye much better than they?
27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
'And who of you, being anxious, is able to add to his age one cubit?
28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς ⸂αὐξάνουσιν· οὐ κοπιῶσιν οὐδὲ νήθουσιν·
and about clothing why are ye anxious? consider well the lilies of the field; how do they grow? they do not labour, nor do they spin;
29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
and I say to you, that not even Solomon in all his glory was arrayed as one of these.
30 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
'And if the herb of the field, that to-day is, and to-morrow is cast to the furnace, God doth so clothe — not much more you, O ye of little faith?
31 μὴ οὖν μεριμνήσητε λέγοντες· Τί φάγωμεν; ἤ· Τί πίωμεν; ἤ· Τί περιβαλώμεθα;
therefore ye may not be anxious, saying, What may we eat? or, What may we drink? or, What may we put round?
32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ⸀ἐπιζητοῦσιν οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.
for all these do the nations seek for, for your heavenly Father doth know that ye have need of all these;
33 ζητεῖτε δὲ πρῶτον τὴν ⸀βασιλείανκαὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
but seek ye first the reign of God and His righteousness, and all these shall be added to you.
34 μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει ⸀αὑτῆς ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.
Be not therefore anxious for the morrow, for the morrow shall be anxious for its own things; sufficient for the day [is] the evil of it.