< Κατα Ματθαιον 27 >
1 Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν·
Now when morning came, all the chief priests and the elders of the people took counsel against Jesus to put him to death.
2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ ⸀παρέδωκανΠιλάτῳ τῷ ἡγεμόνι.
They bound him, led him away, and handed him over to Pontius Pilate, the governor.
3 Τότε ἰδὼν Ἰούδας ὁ ⸀παραδιδοὺςαὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ⸀ἔστρεψεντὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν ⸀καὶπρεσβυτέροις
When Judas, who had betrayed him, saw that Jesus had been condemned, he regretted what he had done and returned the thirty pieces of silver to the chief priests and the elders,
4 λέγων· Ἥμαρτον παραδοὺς αἷμα ⸀ἀθῷον οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ ⸀ὄψῃ
saying, “I have sinned by betraying innocent blood.” But they said, “What is that to us? See to it yoʋrself.”
5 καὶ ῥίψας τὰ ἀργύρια ⸂εἰς τὸν ναὸν ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο.
So he threw the pieces of silver into the temple and departed. Then he went away and hanged himself.
6 οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν·
The chief priests took the pieces of silver and said, “It is not lawful to put them into the temple treasury, since they are a price paid for blood.”
7 συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις.
So they took counsel and used the money to buy the potter's field as a burial place for foreigners.
8 διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον.
Therefore that field has been called the Field of Blood to this day.
9 τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ,
Then what was spoken by the prophet Jeremiah was fulfilled: “They took the thirty pieces of silver, the price of him on whom a price had been set, on whom some of the sons of Israel had set a price,
10 καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.
and they gave them for the potter's field, as the Lord directed me.”
11 Ὁ δὲ Ἰησοῦς ⸀ἐστάθηἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ Ἰησοῦς ⸀ἔφη Σὺ λέγεις.
Meanwhile, Jesus stood before the governor, and the governor asked him, “Are yoʋ the king of the Jews?” Jesus said to him, “Yoʋ have said it yoʋrself.”
12 καὶἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων ⸀καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.
But when he was accused by the chief priests and the elders, he gave no answer.
13 τότε λέγει αὐτῷ ὁ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν;
Then Pilate said to him, “Do yoʋ not hear all the things they are testifying against yoʋ?”
14 καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
But he gave him no answer, not even to a single charge, so the governor was greatly amazed.
15 Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον.
Now at the feast the governor was accustomed to release one prisoner for the crowd, whomever they wanted.
16 εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον ⸀ἸησοῦνΒαραββᾶν.
At that time they had a notorious prisoner named Barabbas.
17 συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν, ⸂Ἰησοῦν τὸν Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν;
So when the crowds were gathered together, Pilate said to them, “Whom do you want me to release for you? Barabbas, or Jesus, who is called Christ?”
18 ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
(For he knew they had handed Jesus over out of envy.)
19 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατʼ ὄναρ διʼ αὐτόν.
While Pilate was sitting on the judgment seat, his wife sent him this message: “Have nothing to do with that righteous man, for I have suffered a great deal today in a dream because of him.”
20 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.
But the chief priests and the elders persuaded the crowds to ask for Barabbas to be released and for Jesus to be executed.
21 ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· ⸀ΤὸνΒαραββᾶν.
In response the governor said to them, “Which of the two do you want me to release for you?” They said, “Barabbas.”
22 λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; ⸀λέγουσινπάντες· Σταυρωθήτω.
So Pilate said to them, “What then shall I do with Jesus, who is called Christ?” They all said to him, “Let him be crucified!”
23 ὁ ⸀δὲἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω.
Then the governor said, “Why? What evil has he done?” But they cried out all the more, “Let him be crucified!”
24 Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ⸀ἀπέναντιτοῦ ὄχλου λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ ⸀αἵματοςτούτου· ὑμεῖς ὄψεσθε.
When Pilate saw that he was achieving nothing and that a riot was breaking out, he took water and washed his hands before the crowd, saying, “I am innocent of the blood of this righteous man. See to it yourselves.”
25 καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφʼ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
All the people answered, “His blood be on us and on our children!”
26 τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
Then he released for them Barabbas, but he scourged Jesus and handed him over to be crucified.
27 Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπʼ αὐτὸν ὅλην τὴν σπεῖραν.
Then the governor's soldiers took Jesus with them into the governor's headquarters and gathered against him the entire cohort of soldiers.
28 καὶ ἐκδύσαντες αὐτὸν ⸂χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ,
They stripped him and put a scarlet robe on him,
29 καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ ⸂τῆς κεφαλῆς αὐτοῦ καὶ κάλαμον ⸂ἐν τῇ δεξιᾷ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ⸀ἐνέπαιξαναὐτῷ λέγοντες· Χαῖρε, ⸀βασιλεῦτῶν Ἰουδαίων,
and then twisted together a crown of thorns and put it on his head. They put a reed in his right hand, and kneeling before him, they mocked him, saying, “Hail, King of the Jews!”
30 καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
Then they spit on him, took the reed, and beat him repeatedly on his head.
31 καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
When they had finished mocking him, they stripped him of the robe and put his own garments back on him. Then they led him away to crucify him.
32 Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
As they went out, they found a Cyrenian man named Simon. They pressed him into service, forcing him to carry Jesus' cross.
33 Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν ⸂Κρανίου Τόπος λεγόμενος,
When they came to a place called Golgotha (which means, “Place of the Skull”),
34 ἔδωκαν αὐτῷ πιεῖν ⸀οἶνονμετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ⸀ἠθέλησενπιεῖν.
they gave Jesus sour wine to drink, mixed with gall. But when he tasted it, he refused to drink it.
35 σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον,
After crucifying him, they divided his garments among themselves by casting lots.
36 καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
Then they sat down and kept watch over him there.
37 καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς ὁ βασιλεὺς τῶν Ἰουδαίων.
Over his head they placed the written charge against him, which read, “This is Jesus, the King of the Jews.”
38 Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.
Then two robbers were crucified with him, one on his right and one on his left.
39 οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν
Those who passed by reviled him, shaking their heads
40 καὶ λέγοντες· Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, ⸀κατάβηθιἀπὸ τοῦ σταυροῦ.
and saying, “Yoʋ who would destroy the temple and build it in three days, save yoʋrself. If yoʋ are the Son of God, come down from the cross!”
41 ὁμοίως ⸀καὶοἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ ⸀πρεσβυτέρωνἔλεγον·
In the same way the chief priests also, along with the scribes, elders, and Pharisees, were mocking him, saying,
42 Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ⸀βασιλεὺςἸσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπʼ ⸀αὐτόν
“He saved others, but he cannot save himself. If he is the king of Israel, let him come down now from the cross, and we will believe in him.
43 πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω ⸀νῦνεἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός.
He has put his trust in God; let God deliver him now if he wants him, for he said, ‘I am the Son of God.’”
44 τὸ δʼ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες ⸀σὺναὐτῷ ὠνείδιζον αὐτόν.
The robbers who were crucified with him were also reviling him in the same way.
45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης.
From the sixth hour until the ninth hour, there was darkness over the whole land.
46 περὶ δὲ τὴν ἐνάτην ὥραν ⸀ἀνεβόησενὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· ⸂Ἠλὶ ἠλὶ λεμὰ σαβαχθάνι; τοῦτʼ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες;
And about the ninth hour Jesus cried out with a loud voice, “Eli, Eli, lima sabachthani?” that is, “My God, my God, why have yoʋ forsaken me?”
47 τινὲς δὲ τῶν ἐκεῖ ⸀ἑστηκότωνἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος.
When some of those standing there heard this, they said, “This man is calling for Elijah.”
48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν.
Immediately one of them ran, got a sponge, filled it with sour wine, put it on a reed, and gave it to him to drink.
49 οἱ δὲ λοιποὶ ⸀ἔλεγον Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων ⸀αὐτόν
But the rest said, “Leave him alone. Let us see if Elijah comes to save him.”
50 ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα.
Then Jesus cried out again with a loud voice and gave up his spirit.
51 καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ⸂ἀπʼ ἄνωθεν ἕως κάτω εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν,
And behold, the veil of the temple was torn in two from top to bottom. The earth was shaken, and the rocks were split.
52 καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ⸀ἠγέρθησαν
The tombs were opened, and the bodies of many saints who had fallen asleep were raised.
53 καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
(They came out of the tombs, and after his resurrection they went into the holy city and appeared to many.)
54 Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετʼ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ ⸀γενόμεναἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς ⸂θεοῦ υἱὸς ἦν οὗτος.
Now when the centurion and those who were keeping watch with him over Jesus saw the earthquake and the things that had happened, they became very frightened and said, “Truly this man was the Son of God.”
55 Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ·
Many women who had followed Jesus from Galilee and provided for him were there looking on from a distance,
56 ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ ⸀Ἰωσὴφμήτηρ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
among whom were Mary Magdalene, Mary the mother of James and Joses, and the mother of the sons of Zebedee.
57 Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ⸀ἐμαθητεύθητῷ Ἰησοῦ·
When it was evening, there came a rich man from Arimathea named Joseph, who was himself also a disciple of Jesus.
58 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε ὁ Πιλᾶτος ἐκέλευσεν ⸀ἀποδοθῆναι
He went to Pilate and asked for Jesus' body. So Pilate commanded that the body be given to him.
59 καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν ⸀αὐτὸσινδόνι καθαρᾷ,
Joseph took the body, wrapped it in a clean linen cloth,
60 καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν.
and laid it in his own new tomb, which he had hewn in a rock. Then he rolled a large stone against the entrance of the tomb and went away.
61 ἦν δὲ ἐκεῖ ⸀Μαριὰμἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.
Mary Magdalene was there, and so was the other Mary, sitting across from the tomb.
62 Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον
The next day (that is, after the day of Preparation), the chief priests and the Pharisees gathered together before Pilate
63 λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι·
and said, “Sir, we remember that while he was still alive that deceiver said, ‘After three days I will rise again.’
64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ ⸀αὐτοῦκλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
Therefore command that the tomb be secured until the third day, lest his disciples come by night, steal him away, and say to the people, ‘He has been raised from the dead.’ This last deception would be worse than the first.”
65 ⸀ἔφηαὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.
Pilate said to them, “You have a guard of soldiers. Go and make it as secure as you know how.”
66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.
So they went and secured the tomb by sealing the stone and posting the guard of soldiers.