< Κατα Ματθαιον 25 >
1 Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ⸀ἑαυτῶνἐξῆλθον εἰς ⸀ὑπάντησιντοῦ νυμφίου.
Then the kingdom of heaven will be like ten virgins, the friends of the bride, who took their lights, and went out with the purpose of meeting the husband.
2 πέντε δὲ ⸂ἐξ αὐτῶν ἦσαν ⸂μωραὶ καὶ πέντε φρόνιμοι.
And five of them were foolish, and five were wise.
3 ⸂αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθʼ ἑαυτῶν ἔλαιον·
For the foolish, when they took their lights, took no oil with them.
4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ⸀ἀγγείοιςμετὰ τῶν λαμπάδων ⸀ἑαυτῶν
But the wise took oil in their vessels with their lights.
5 χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.
Now the husband was a long time in coming, and they all went to sleep.
6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ ⸀νυμφίος ἐξέρχεσθε εἰς ἀπάντησιν ⸀αὐτοῦ
But in the middle of the night there is a cry, The husband comes! Go out to him.
7 τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ⸀ἑαυτῶν
Then all those virgins got up, and made ready their lights.
8 αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.
And the foolish said to the wise, Give us of your oil; for our lights are going out.
9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε ⸂οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· ⸀πορεύεσθεμᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.
But the wise made answer, saying, There may not be enough for us and you; it would be better for you to go to the traders and get oil for yourselves.
10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετʼ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.
And while they went to get oil, the master came; and those who were ready went in with him to the feast: and the door was shut.
11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε κύριε, ἄνοιξον ἡμῖν·
After that the other virgins came, saying, Lord, Lord, let us in.
12 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.
But he made answer and said, Truly I say to you, I have no knowledge of you.
13 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ⸀ὥραν
Keep watch, then, because you are not certain of the day or of the hour.
14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ,
For it is as when a man, about to take a journey, got his servants together, and gave them his property.
15 καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα ᾧ δὲ δύο ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως
And to one he gave five talents, to another two, to another one; to everyone as he was able; and he went on his journey.
16 ⸀πορευθεὶςὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ⸀ἐκέρδησενἄλλα ⸀πέντε
Straight away he who had been given the five talents went and did trade with them, and made five more.
17 ⸀ὡσαύτωςὁ τὰ δύο ⸀ἐκέρδησενἄλλα δύο·
In the same way he who had been given the two got two more.
18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ⸀γῆνκαὶ ⸀ἔκρυψεντὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
But he who was given the one went away and put it in a hole in the earth, and kept his lord's money in a secret place.
19 μετὰ δὲ ⸂πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει ⸂λόγον μετʼ αὐτῶν
Now after a long time the lord of those servants comes, and makes up his account with them.
20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ⸀ἐκέρδησα
And he who had the five talents came with his other five talents, saying, Lord, you gave into my care five talents: see, I have got five more.
21 ⸀ἔφηαὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
His lord said to him, Well done, good and true servant: you have been true in a small thing, I will give you control over great things: take your part in the joy of your lord.
22 προσελθὼν ⸀δὲκαὶ ὁ τὰ δύο ⸀τάλανταεἶπεν· Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ⸀ἐκέρδησα
And he who had the two talents came and said, Lord, you gave into my care two talents: see, I have got two more.
23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
His lord said to him, Well done, good and true servant: you have been true in a small thing, I will give you control over great things: take your part in the joy of your lord.
24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας·
And he who had had the one talent came and said, Lord, I had knowledge that you are a hard man, getting in grain where you have not put seed, and making profits for which you have done no work:
25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν.
And I was in fear, and went away, and put your talent in the earth: here is what is yours.
26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα;
But his lord in answer said to him, You are a bad and unready servant; if you had knowledge that I get in grain where I did not put seed, and make profits for which I have done no work,
27 ἔδει ⸂σε οὖν βαλεῖν ⸂τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
Why, then, did you not put my money in the bank, and at my coming I would have got back what is mine with interest?
28 ἄρατε οὖν ἀπʼ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα·
Take away, then, his talent and give it to him who has the ten talents.
29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· ⸂τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.
For to everyone who has will be given, and he will have more: but from him who has not, even what he has will be taken away.
30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
And put out the servant who is of no profit into the outer dark: there will be weeping and cries of sorrow.
31 Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες ⸀οἱἄγγελοι μετʼ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ·
But when the Son of man comes in his glory, and all the angels with him, then will he be seated in his glory:
32 καὶ ⸀συναχθήσονταιἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπʼ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,
And before him all the nations will come together; and they will be parted one from another, as the sheep are parted from the goats by the keeper.
33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.
And he will put the sheep on his right, but the goats on the left.
34 τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
Then will the King say to those on his right, Come, you who have the blessing of my Father, into the kingdom made ready for you before the world was:
35 ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,
For I was in need of food, and you gave it to me: I was in need of drink, and you gave it to me: I was wandering, and you took me in;
36 γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.
I had no clothing, and you gave it to me: when I was ill, or in prison, you came to me.
37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;
Then will the upright make answer to him, saying, Lord, when did we see you in need of food, and give it to you? or in need of drink, and give it to you?
38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;
And when did we see you wandering, and take you in? or without clothing, and give it to you?
39 πότε δέ σε εἴδομεν ⸀ἀσθενοῦνταἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;
And when did we see you ill, or in prison, and come to you?
40 καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐφʼ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
And the King will make answer and say to them, Truly I say to you, Because you did it to the least of these my brothers, you did it to me.
41 τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· Πορεύεσθε ἀπʼ ἐμοῦ ⸀οἱκατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. (aiōnios )
Then will he say to those on the left, Go from me, you cursed ones, into the eternal fire which is ready for the Evil One and his angels: (aiōnios )
42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ⸀ἐδίψησακαὶ οὐκ ἐποτίσατέ με,
For I was in need of food, and you gave it not to me; I was in need of drink, and you gave it not to me:
43 ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.
I was wandering, and you took me not in; without clothing, and you gave me no clothing; ill, and in prison, and you came not to me.
44 τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι;
Then will they make answer, saying, Lord, when did we see you in need of food or drink, or wandering, or without clothing, or ill, or in prison, and did not take care of you?
45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· Ἀμὴν λέγω ὑμῖν, ἐφʼ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.
Then will he make answer to them, saying, Truly I say to you, Because you did it not to the least of these, you did it not to me.
46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. (aiōnios )
And these will go away into eternal punishment; but the upright into eternal life. (aiōnios )