< Κατα Ματθαιον 24 >
1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ⸂ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ·
耶稣出了圣殿,门徒走上前骄傲地把圣殿建筑指给他看。
2 ὁ δὲ ⸀ἀποκριθεὶςεἶπεν αὐτοῖς· Οὐ βλέπετε ⸂ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.
他对门徒说:“你们看这些建筑?告诉你们实话,未来这里将没有一块石头留下,所有的石头都将崩塌。”
3 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατʼ ἰδίαν λέγοντες· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶτί τὸ σημεῖον τῆς σῆς παρουσίας ⸀καὶ συντελείας τοῦ αἰῶνος. (aiōn )
耶稣坐在橄榄山上,门徒暗中前来询问:“请告诉我们,何时会出现此事?你的降临和这个世界的终结,会有什么预兆?” (aiōn )
4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
耶稣回答他们:“你们要小心,不要被人迷惑。
5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι ὁ χριστός, καὶ πολλοὺς πλανήσουσιν.
因为许多人会假冒我之名而来,说他就是基督,借此迷惑众人。
6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ ⸀γὰργενέσθαι, ἀλλʼ οὔπω ἐστὶν τὸ τέλος.
你们将听见战争,还有关于战争的传言。要小心,但不要惊慌,因为这避免不了,但不是最终结局。
7 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται ⸀λιμοὶκαὶ σεισμοὶ κατὰ τόπους·
一个民族要攻打另一个民族,一个国家要攻打另一个国家,处处都是饥荒和地震,
8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
这一切不过是诞生之痛的开始。
9 Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
然后人们会抓住你们,折磨你们,杀害你们,你们要因我的名而被万民痛恨。
10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους·
届时会有许多人会失去信仰,彼此出卖,互相恨恶。
11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς·
也有许多假先知出现,迷惑众人。
12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
越来越多的邪恶出现,将人们的爱冷却,
13 ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
唯有忍耐到底者方可得救。
14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
这王国的福音要传遍天下,向万民听到,然后最终结局才会来到。
15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ⸀ἑστὸςἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω,
当你们看见那‘污秽的偶像崇拜’站在但以理先知所说圣地(读至此处应认真思考),
16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ⸀ἐπὶτὰ ὄρη,
那时,住在犹太的应当逃到山上,
17 ὁ ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτωἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
站在房顶之人,不要下来拿家里的东西,
18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι ⸂τὸ ἱμάτιον αὐτοῦ.
在田里的也不要回去取衣服。
19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
在那样的日子,对于怀孕的和哺乳孩子的母亲极为可怕!
20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ·
你们应当祈求,不要在冬季或安息日的时候逃难,
21 ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπʼ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδʼ οὐ μὴ γένηται.
因为那时必有大灾难,这是从世界的开始到现在未曾有过的,以后也必不会再有。
22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
除非那样的日子变短,否则无人可以存活,但是为了天选之人,那些日子必会变短。
23 τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ χριστός, ἤ· Ὧδε, μὴ πιστεύσητε·
届时,如果有人对你们说:‘看,基督在这里!’或说:‘他在那里!’你们不要信,
24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε ⸀πλανῆσαιεἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς·
因为必有假弥赛亚和假先知出现,做出看似了不起的上帝神迹和奇事。如果可以,他们连天选之民也要迷惑。
26 ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε·
如果他们对你们说:‘看!基督在荒野里。’你们不要出去;或说:‘看!他已悄悄降临。’也不要相信。
27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ⸀ἔσταιἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
似电光从东方闪出来,一直照到西方,人子降临之时也是如此。
28 ⸀ὅπουἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
‘有尸身之处,必有秃鹫也聚于此’。
29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
当灾难刚刚过去,太阳黯然,月亮也不发光,众星从天坠落,天上万象震动。
30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν ⸀τῷοὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς·
届时,人子的征兆就显在天上,地上的万族都要哀号,看见人子展示能力,载满荣耀,驾天上之云降临。
31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ ⸀σάλπιγγοςμεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶντεσσάρων ἀνέμων ἀπʼ ἄκρων οὐρανῶν ἕως ⸀τῶν ἄκρων αὐτῶν.
当号角发出响声,他要差派天使,把他的选民从四方、从天和地的各处招聚而来。
32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·
这里有一个无花果树的比喻:树枝长出嫩芽生出叶子之时,你们便知道夏天将近。
33 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ⸂πάντα ταῦτα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
同样,当你们看见这一切,就知道人子将要降临你们中间。
34 ἀμὴν λέγω ὑμῖν ⸀ὅτιοὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται.
实话告诉你们,这一切必要发生,然后这世界才会过去。
35 ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσεται οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
天地都要过去,但我的言语决不会消失。
36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν ⸂οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ ⸀πατὴρμόνος.
至于具体的日期和时间,无人知晓,连天上的使者和人子也不知情,只有天父知道。
37 ὥσπερ ⸀γὰραἱ ἡμέραι τοῦ Νῶε, οὕτως ⸀ἔσταιἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
诺亚时代的样子,即是人子降临时刻的样子。
38 ⸀ὡςγὰρ ἦσαν ἐν ταῖς ⸀ἡμέραιςταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ⸀γαμίζοντες ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν,
洪水之前的时代,人们吃喝嫁娶,直到诺亚进入方舟的那一天。
39 καὶοὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται ⸀καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
他们不知道会发生什么事,直到洪水来了,把他们全都冲走了。人子降临之时也将是这样。
40 τότε ⸂δύο ἔσονται ἐν τῷ ἀγρῷ, ⸀εἷςπαραλαμβάνεται καὶ ⸁εἷςἀφίεται·
届时,有两人在田里工作,一个被带走,一个被留下。
41 δύο ἀλήθουσαι ἐν τῷ ⸀μύλῳ μία παραλαμβάνεται καὶ μία ἀφίεται.
两个女人在磨坊推磨,一人被带走,一人被留下。
42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ⸀ἡμέρᾳὁ κύριος ὑμῶν ἔρχεται.
因此你们要警惕,因为不知道你们的主何时会来。
43 ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ.
但想想:家主若晓得窃贼晚上何时会来,自会提高警觉,不让窃贼闯入偷盗。
44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ⸂οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
所以你们也要准备妥当,因为人子会在想不到日子到来。
45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ ⸀κύριοςἐπὶ τῆς ⸀οἰκετείαςαὐτοῦ τοῦ ⸀δοῦναιαὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
谁是忠心和考量周全的仆人?那就是被主人指派管理全家、按时分派粮食的仆人。
46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ⸂οὕτως ποιοῦντα·
主人来到时如果看到他照做,那仆人就有福了。
47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
告诉你们实话,主人将指派他管理自己的一切财产。
48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ⸂μου ὁ κύριος,
如果他是个恶意仆人,心中暗想:‘我的主人不会那么快回来’,
49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους ⸂αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ⸃ μετὰ τῶν μεθυόντων,
于是就会动手打其他仆人,与醉汉们大吃大喝。
50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
但在他没有想到的日期和时辰,仆人的主人回来了,
51 καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
他被严厉处罚,一如对待其他虚伪之人那样被送到一个地方,那里必有哀哭切齿。