< Κατα Ματθαιον 21 >
1 Καὶ ὅτε ἤγγισαν εἰςἹεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ ⸀εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε ⸀Ἰησοῦςἀπέστειλεν δύο μαθητὰς
When they drew near to Jerusalem, and came to Bethphage, to the Mount of Olives, then Jesus sent away two disciples,
2 λέγων αὐτοῖς· ⸀Πορεύεσθεεἰς τὴν κώμην τὴν ⸀κατέναντιὑμῶν, καὶ ⸀εὐθέωςεὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετʼ αὐτῆς· λύσαντες ⸀ἀγάγετέμοι.
saying to them, Go into the village over against you, and you will immediately find a donkey tied, and the colt with her: loosing, lead her to me.
3 καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· ⸀εὐθὺςδὲ ⸀ἀποστελεῖαὐτούς.
And if any one may say any thing to you, tell him, that the Lord hath need of them; and immediately he will send them away.
4 Τοῦτο ⸀δὲγέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·
And all this took place, that the word spoken by the prophet might be fulfilled, saying,
5 Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶὄνον καὶ ⸀ἐπὶ πῶλον υἱὸν ὑποζυγίου.
Say to the daughter of Zion, Behold, thy King cometh, meek, and seated upon a donkey, even a colt, the progeny of the work-beast.
6 πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς ⸀συνέταξεναὐτοῖς ὁ Ἰησοῦς
And the disciples, having gone and done as Jesus commanded them,
7 ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ⸀ἐπʼαὐτῶν τὰ ⸀ἱμάτια καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.
led the donkey, and the colt, and put their garments on them; and He sat on them.
8 ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.
A great multitude strewed their garments in the road: and others cut down the branches from the trees, and were strewing them in the road.
9 οἱ δὲ ὄχλοι οἱ προάγοντες ⸀αὐτὸνκαὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
And the multitudes going forward, and following, continued to cry out, saying, Hosanna to the son of David: blessed is He that cometh in the name of the Lord; Hosanna in the highest!
10 καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος;
And He having come into Jerusalem, the whole city was stirred, saying; Who is He?
11 οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν ⸂ὁ προφήτης Ἰησοῦς ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.
And the multitudes continued to say, He is the prophet Jesus, the one from Nazareth of Galilee.
12 Καὶ εἰσῆλθεν ⸀Ἰησοῦςεἰς τὸ ⸀ἱερόν καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς,
And Jesus came into the temple of God, and cast out all the buying and selling in the temple, and overturned the tables of the money-exchangers, and the seats of those selling the doves;
13 καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ⸀ποιεῖτεσπήλαιον λῃστῶν.
and He says to them, It has been written, My house shall be called a house of prayer: but you make it a den of thieves.
14 Καὶ προσῆλθον αὐτῷ ⸂τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς.
And the blind and the lame came to him in the temple: and He healed them.
15 ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺςπαῖδας ⸀τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ἠγανάκτησαν
And the chief priests and scribes seeing the wonderful things which He did, and the children crying in the temple, and saying; Hosanna to the son of David, were indignant,
16 καὶ εἶπαν αὐτῷ· Ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί. οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;
and said to Him, Do you hear what they are saying? And Jesus says to them, Yes: have you not read, That out of the mouth of babes and sucklings thou hast perfected praise?
17 καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.
And having left them, He went out of the city into Bethany, and there spent the night.
18 ⸀Πρωῒδὲ ⸀ἐπανάγωνεἰς τὴν πόλιν ἐπείνασεν.
And in the morning going into the city, He was hungry.
19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπʼ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· ⸀Μηκέτιἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. (aiōn )
And seeing one fig-tree near the road, He went to it, and found nothing on it, except leaves only. And He says to it, Let no fruit ever be from thee; and immediately the fig-tree withered away. (aiōn )
20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;
And the disciples seeing, were astonished, saying, How did the fig-tree immediately wither away?
21 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·
And Jesus responding said to them, Truly I say unto you, if you may have faith, and doubt not, not only shall you do that of the fig-tree, but you shall say to this mountain, Be thou taken up and cast into the sea, and it will be done.
22 καὶ πάντα ὅσα ⸀ἂναἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε.
All things whatsoever you may ask in prayer, believing, you shall receive.
23 Καὶ ⸂ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;
And the chief priests and elders of the people came to Him, while teaching, He having come into the temple, saying, By what authority are you doing these things? And who gave you this authority?
24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
And Jesus responding, said to them, I ask you also one word, which if you may speak to me, I also will tell you by what authority I am doing these things:
25 τὸβάπτισμα ⸀τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ⸀ἐνἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
Whence was the baptism of John? from heaven or from men? And they reasoned among themselves, saying, If we may say, From heaven; He will say to us, Why then did you not believe on him?
26 ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ⸂ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην.
But if we may say, From men: we fear the multitude, for all hold John as a prophet.
27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
And responding they said to Jesus, We do not know. He also said to them, Neither do I tell you by what authority I am doing these things.
28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. ⸀προσελθὼντῷ πρώτῳ εἶπεν· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ⸀ἀμπελῶνι
What seems to you? A man had two sons; and going to the first, he said, Child, go to-day, work in my vineyard.
29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ⸂Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς⸃ ἀπῆλθεν.
And he responding said, I am not willing: but afterward, having regretted, he went.
30 ⸂προσελθὼν δὲ τῷ ⸀δευτέρῳεἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν· ⸂Ἐγώ, κύριε· καὶ οὐκ⸃ ἀπῆλθεν.
And coming to the second, he spoke likewise. And he responding said, I, lord: and went not.
31 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; ⸀λέγουσιν Ὁ ⸀πρῶτος λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
Which one of the two did the will of the father? They say to Him, The first. Jesus says to them, Truly I say unto you, that the publicans and harlots go into the kingdom of God before you.
32 ἦλθεν γὰρ ⸂Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες ⸀οὐδὲμετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
For John came to you in the way of righteousness, and you believed him not: but the publicans and harlots believed him, and you, seeing, did not afterward regret it, in order that you might believe him.
33 Ἄλλην παραβολὴν ἀκούσατε. ⸀Ἄνθρωποςἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
Hear ye another parable. A man was a landlord, who planted a vineyard, and placed a hedge around it, and dug a wine-trough in it, and built a tower, and gave it out to husbandmen, and went away.
34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
And when the time of the fruits drew near, he sent his servants to the husbandmen, to receive his fruits;
35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
and the husbandmen taking his servants, beat one, and slew one, and stoned another.
36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
Again he sent other servants, more than the first: and they did unto them likewise.
37 ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· Ἐντραπήσονται τὸν υἱόν μου.
And afterward he sent to them his own son, saying, They will reverence my son.
38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ ⸀σχῶμεντὴν κληρονομίαν αὐτοῦ·
But the husbandmen, seeing the son, said among themselves, This is the heir; come, let us kill him, and take possession of his inheritance.
39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.
And taking him, they cast him out of the vine-yard, and slew him.
40 ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
Then when the lord of the vine-yard may come, what will he do to those husbandmen?
41 λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
They say to Him, He will certainly destroy those wicked men, and give the vineyard to other husband-men, who will render to him the fruits in their seasons.
42 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
Jesus says, Have you not read in the Scriptures, The stone which the builders rejected, the same has come to be the head of the corner: this was with the Lord, and is marvelous in our eyes?
43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφʼ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
Therefore I say unto you, that the kingdom of God shall be taken from you, and given to a nation bringing forth the fruits of it.
44 ⸂Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ λικμήσει αὐτόν.
45 Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει·
And the chief priests and Pharisees hearing His parables, knew that He speaks concerning them.
46 καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ⸂ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.
And seeking to arrest Him, they feared the multitudes, since they held Him as a prophet.