< Κατα Ματθαιον 20 >

1 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
For the kingdom of the heavens is like unto a landlord man, who went out early in the morning to hire laborers for his vineyard.
2 ⸂συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
And having agreed with the laborers for a denarion per day, sent them into his vineyard.
3 καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς·
And having gone out about the third hour, he saw others standing idle in the forum:
4 καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν·
and he said to them, Go ye also into the vineyard, and whatsoever is right I will give you. And they departed.
5 οἱ δὲ ἀπῆλθον. ⸀πάλινἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
Again having gone out about the sixth and ninth hours, he did likewise.
6 περὶ δὲ τὴν ⸀ἑνδεκάτηνἐξελθὼν εὗρεν ἄλλους ⸀ἑστῶτας καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
And about the eleventh hour having gone out, he found others standing; and says to them, Why stand ye here idle all the day?
7 λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ⸀ἀμπελῶνα
They say to him, Because no one hired us. He says to them, Go ye also into the vineyard.
8 ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος ⸀αὐτοῖςτὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
And it being evening, the lord of the vineyard says to his steward, Call the laborers, and give them their hire, beginning from the last even unto the first.
9 ⸂καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
And those having come about the eleventh hour, received each man a denarion.
10 ⸂καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι ⸀πλεῖονλήμψονται· καὶ ἔλαβον ⸂τὸ ἀνὰ δηνάριον καὶ αὐτοί.
But the first having come supposed that they shall receive more; and themselves also received each one a denarion.
11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
But receiving it, they murmured against the landlord,
12 ⸀λέγοντες Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ⸂αὐτοὺς ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
saying, These labored one hour, and thou hast made them equal unto us, who bore the burden of the day and the heat.
13 ὁ δὲ ἀποκριθεὶς ⸂ἑνὶ αὐτῶν εἶπεν· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;
But he responding said to one of them, Comrade, I do thee no wrong; didst thou not agree with me for a denarion?
14 ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί·
Take thine own, and go. I wish to give unto this last one, even as unto thee.
15 ⸀οὐκἔξεστίν μοι ⸂ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ⸀ἢὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;
Is it not lawful for me to do as I wish with mine own? Is thine eye evil, because I am good?
16 οὕτως ἔσονται οἱ ἔσχατοιπρῶτοι καὶ οἱ πρῶτοι ⸀ἔσχατοι.
So the last shall be first, and first last.
17 ⸂Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα ⸀μαθητὰςκατʼ ἰδίαν, ⸂καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς·
And Jesus going up to Jerusalem, took the twelve disciples privately, on the way and said to them,
18 Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ,
Behold, we go up to Jerusalem; and the Son of man shall be betrayed to the chief priests and scribes; and they will condemn Him to death,
19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸀ἐγερθήσεται
and they will deliver Him to the Gentiles to mock, and scourge, and crucify Him: and on the third day He will rise.
20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ⸀παρʼαὐτοῦ.
Then the mother of the sons of Zebedee came to Him with her sons, worshiping and asking something from Him.
21 ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν ⸀σουκαὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
And He said to her, What do you wish? She says to Him, Tell me that these my two sons may sit, the one on thy right, and one on thy left, in thy kingdom.
22 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω ⸀πίνειν λέγουσιν αὐτῷ· Δυνάμεθα.
And Jesus responding said, You know not what you are asking. Are you able to drink the cup which I am about to drink? They say to Him, We are able.
23 ⸀λέγειαὐτοῖς· Τὸ μὲν ποτήριόν μου ⸀πίεσθε τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ ⸀εὐωνύμωνοὐκ ἔστιν ⸀ἐμὸνδοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
And He says to them, You shall indeed drink my cup, but to sit on my right, and on my left, this is not mine to give, but it belongs to those for whom it has been prepared by my Father.
24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
And the ten hearing were indignant concerning the two brothers.
25 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
But Jesus calling them to Him, said, You know that the rulers of the Gentiles domineer over them, and the great ones exercise authority over them.
26 οὐχ οὕτως ⸀ἔσταιἐν ὑμῖν· ἀλλʼ ὃς ⸀ἂνθέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος,
It shall not be so among you; but whosoever may wish to be great among you, shall be your servant;
27 καὶ ὃς ⸀ἂνθέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ⸀ἔσταιὑμῶν δοῦλος·
and whosoever may wish to be first among you, shall be your slave:
28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
as the Son of man came not to be served, but to serve, and to give His soul a ransom for many.
29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
And they going out from Jericho, a great multitude followed Him.
30 καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ.
And behold, two blind men sitting by the wayside, hearing that Jesus is passing by, cried out, saying; Have mercy on us, O son of David.
31 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ⸀ἔκραξανλέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ.
And the multitude rebuked them, that they should keep silent. And they cried out the more, saying; Have mercy on us, O Lord, son of David.
32 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν;
Jesus standing, called them, and said, What do you wish that I shall do unto you?
33 λέγουσιν αὐτῷ· Κύριε, ἵνα ⸂ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν.
They say unto Him, Lord, that our eyes may be opened.
34 σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ⸀ὀμμάτωναὐτῶν, καὶ εὐθέως ⸀ἀνέβλεψανκαὶ ἠκολούθησαν αὐτῷ.
And Jesus being moved with compassion, touched their eyes: and immediately they looked up; and followed Him.

< Κατα Ματθαιον 20 >