< Κατα Ματθαιον 2 >
1 Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα
Jesus having been born in Bethlehem of Judea in the days of Herod the king, behold, wise men from the east came into Jerusalem saying;
2 λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
Where is He that is born King of the Jews? for we have seen His star in the east, and have come to worship Him-
3 ἀκούσας δὲ ⸂ὁ βασιλεὺς Ἡρῴδης ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετʼ αὐτοῦ,
And Herod the king having heard, was troubled, and all Jerusalem with him,
4 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρʼ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται.
and gathering together all the chief priests and scribes, inquired with them where Christ should be born.
5 οἱ δὲ εἶπαν αὐτῷ· Ἐν Βηθλέεμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου·
And they said unto him, In Bethlehem of Judea; for thus it has been written by the prophet;
6 Καὶ σύ, Βηθλέεμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.
And thou, Bethlehem, the land of Judea, art by no means the least among the princes of Judah; for out of thee shall come a leader, who will shepherd my people, Israel.
7 Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρʼ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος,
Then Herod secretly calling the wise men, inquired with them the time of the appearing of the star,
8 καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπεν· Πορευθέντες ⸂ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.
and sending them to Bethlehem he said; Having gone search diligently for the young child; and when you may find Him, notify me, in order that I, having gone, may worship Him also.
9 οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν, καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ⸀ἐστάθηἐπάνω οὗ ἦν τὸ παιδίον.
And hearing the king they departed, and, behold, the star which they saw in the east went before them, until having come, it stood above where the young child was.
10 ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα.
And seeing the star they rejoiced with exceedingly great joy.
11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν.
And having come into the house they saw the young child with Mary His mother, and having fallen down they worshiped Him, and opening their treasures they offered Him gifts, gold and frankincense and myrrh.
12 καὶ χρηματισθέντες κατʼ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην διʼ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
And having been warned in a dream not to return to Herod, they departed into their own country by another way.
13 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου ⸂φαίνεται κατʼ ὄναρ τῷ Ἰωσὴφ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.
And they having gone away, behold, the angel of the Lord appears in a dream to Joseph, saying; Having arisen, take the young child and His mother, and fly into Egypt; and be thou there until I may speak to thee; for Herod is about to seek the young child in order to destroy Him.
14 ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,
And having arisen, he took with him the young child and His mother by night and departed into Egypt;
15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ⸀ὑπὸκυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
and was there until the death of Herod: in order that the Word, having been spoken by the Lord through the prophet, might be fulfilled, saying; Out of Egypt have I called my son.
16 Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων.
Then Herod, seeing that he was mocked by the wise men, became exceedingly angry; and having sent forth, he slew all the boys in Bethlehem and in all its boundaries, from two years old and under, according to the time which he inquired with the wise men.
17 τότε ἐπληρώθη τὸ ῥηθὲν ⸀διὰἸερεμίου τοῦ προφήτου λέγοντος·
Then the word having been spoken by Jeremiah the prophet was fulfilled, saying:
18 Φωνὴ ἐν Ῥαμὰ ⸀ἠκούσθη κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι ὅτι οὐκ εἰσίν.
A voice was heard in Ramah, lamentation and weeping and great mourning; Rachel weeping for her children; and was not willing to be comforted, because they are not.
19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος κυρίου ⸂φαίνεται κατʼ ὄναρ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ
And Herod having died, behold, the angel of the Lord appears to Joseph in Egypt in a dream, saying;
20 λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.
Having arisen, take with you the young child and His mother, and depart into the land of Israel; for those seeking the life of the young child are dead.
21 ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ⸀εἰσῆλθενεἰς γῆν Ἰσραήλ.
And having arisen he took with him the young child and His mother and came into the land of Israel.
22 ἀκούσας δὲ ὅτι Ἀρχέλαος ⸀βασιλεύειτῆς Ἰουδαίας ἀντὶ ⸂τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατʼ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,
And having heard that Archelaus reigns over Judea instead of Herod his father, he was afraid to depart thither; and being warned in a dream he departed into the regions of Galilee.
23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.
And having come, he went down into the city called Nazareth, in order that the words spoken by the prophets might be fulfilled, that He shall be called a Nazarene.