< Κατα Ματθαιον 19 >

1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.
And it came to pass, when Jesus finished these words, he removed from Galilee, and did come to the borders of Judea, beyond the Jordan,
2 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
and great multitudes followed him, and he healed them there.
3 Καὶ προσῆλθον ⸀αὐτῷΦαρισαῖοι πειράζοντες αὐτὸν καὶ ⸀λέγοντες Εἰ ἔξεστιν ⸀ἀνθρώπῳἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
And the Pharisees came near to him, tempting him, and saying to him, 'Is it lawful for a man to put away his wife for every cause?'
4 ὁ δὲ ἀποκριθεὶς ⸀εἶπεν Οὐκ ἀνέγνωτε ὅτι ὁ ⸀κτίσαςἀπʼ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς
And he answering said to them, 'Did ye not read, that He who made [them], from the beginning a male and a female made them,
5 καὶ εἶπεν· ⸀Ἕνεκατούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ ⸀κολληθήσεταιτῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν;
and said, For this cause shall a man leave father and mother, and cleave to his wife, and they shall be — the two — for one flesh?
6 ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
so that they are no more two, but one flesh; what therefore God did join together, let no man put asunder.'
7 λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι ⸀αὐτήν
They say to him, 'Why then did Moses command to give a roll of divorce, and to put her away?'
8 λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπʼ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.
He saith to them — 'Moses for your stiffness of heart did suffer you to put away your wives, but from the beginning it hath not been so.
9 λέγω δὲ ὑμῖν ⸀ὅτιὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ⸂καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.
'And I say to you, that, whoever may put away his wife, if not for whoredom, and may marry another, doth commit adultery; and he who did marry her that hath been put away, doth commit adultery.'
10 Λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.
His disciples say to him, 'If the case of the man with the woman is so, it is not good to marry.'
11 ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον ⸀τοῦτονἀλλʼ οἷς δέδοται.
And he said to them, 'All do not receive this word, but those to whom it hath been given;
12 εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.
for there are eunuchs who from the mother's womb were so born; and there are eunuchs who were made eunuchs by men; and there are eunuchs who kept themselves eunuchs because of the reign of the heavens: he who is able to receive [it] — let him receive.'
13 Τότε ⸀προσηνέχθησαναὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
Then were brought near to him children that he might put hands on them and pray, and the disciples rebuked them.
14 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.
But Jesus said, 'Suffer the children, and forbid them not, to come unto me, for of such is the reign of the heavens;'
15 καὶ ἐπιθεὶς ⸂τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.
and having laid on them [his] hands, he departed thence.
16 Καὶ ἰδοὺ εἷς προσελθὼν ⸂αὐτῷ εἶπεν· ⸀Διδάσκαλε τί ἀγαθὸν ποιήσω ἵνα ⸀σχῶζωὴν αἰώνιον; (aiōnios g166)
And lo, one having come near, said to him, 'Good teacher, what good thing shall I do, that I may have life age-during?' (aiōnios g166)
17 ὁ δὲ εἶπεν αὐτῷ· Τί με ⸂ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός· εἰ δὲ θέλεις ⸂εἰς τὴν ζωὴν εἰσελθεῖν, ⸀τήρησοντὰς ἐντολάς.
And he said to him, 'Why me dost thou call good? no one [is] good except One — God; but if thou dost will to enter into the life, keep the commands.'
18 λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς ⸀εἶπεν Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις,
He saith to him, 'What kind?' And Jesus said, 'Thou shalt not kill, thou shalt not commit adultery, thou shalt not steal, thou shalt not bear false witness,
19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
honour thy father and mother, and, thou shalt love thy neighbour as thyself.'
20 λέγει αὐτῷ ὁ νεανίσκος· ⸂Πάντα ταῦτα ⸀ἐφύλαξα τί ἔτι ὑστερῶ;
The young man saith to him, 'All these did I keep from my youth; what yet do I lack?'
21 ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ ⸀δὸςπτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸀οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι.
Jesus said to him, 'If thou dost will to be perfect, go away, sell what thou hast, and give to the poor, and thou shalt have treasure in heaven, and come, follow me.'
22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν ⸀λόγονἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
And the young man, having heard the word, went away sorrowful, for he had many possessions;
23 Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι ⸂πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·
and Jesus said to his disciples, 'Verily I say to you, that hardly shall a rich man enter into the reign of the heavens;
24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ ⸀τρυπήματοςῥαφίδος ⸀εἰσελθεῖνἢ πλούσιον ⸂εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
and again I say to you, it is easier for a camel through the eye of a needle to go, than for a rich man to enter into the reign of God.'
25 ἀκούσαντες δὲ οἱ ⸀μαθηταὶἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι;
And his disciples having heard, were amazed exceedingly, saying, 'Who, then, is able to be saved?'
26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.
And Jesus having earnestly beheld, said to them, 'With men this is impossible, but with God all things are possible.'
27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
Then Peter answering said to him, 'Lo, we did leave all, and follow thee, what then shall we have?'
28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, ⸀καθήσεσθεκαὶ ⸀ὑμεῖςἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
And Jesus said to them, 'Verily I say to you, that ye who did follow me, in the regeneration, when the Son of Man may sit upon a throne of his glory, shall sit — ye also — upon twelve thrones, judging the twelve tribes of Israel;
29 καὶ πᾶς ⸀ὅστιςἀφῆκεν ⸂οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ ⸂γυναῖκα ἢ τέκνα ἢ ⸀ἀγροὺςἕνεκεν τοῦ ⸂ὀνόματός μου, ⸀ἑκατονταπλασίοναλήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. (aiōnios g166)
and every one who left houses, or brothers, or sisters, or father, or mother, or wife, or children, or fields, for my name's sake, an hundredfold shall receive, and life age-during shall inherit; (aiōnios g166)
30 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
and many first shall be last, and last first.

< Κατα Ματθαιον 19 >