< Κατα Ματθαιον 12 >
1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
At that time, as Jesus was walking through the corn on Sabbath, his disciples being hungry, began to pluck the ears of corn, and to eat them.
2 οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ.
The Pharisees observing this, said to him, Lo! your disciples are doing what is not lawful to do on the Sabbath.
3 ὁ δὲ εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε ⸀ἐπείνασενκαὶ οἱ μετʼ αὐτοῦ;
He answered, Have you not read what David did, and his attendants, when they were hungry;
4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ⸂ἔφαγον, ὃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετʼ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;
how he entered the tabernacle of God, and eat the loaves of the presence, which was not lawful for him, or his attendants, to eat but solely for the priests?
5 ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν;
Or have you not learnt from the law, that the priests in the temple violate the rest to be observed on Sabbaths, and are blameless?
6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.
Now I affirm, that something greater than the temple is here.
7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν· Ἔλεος θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
But had you know what this means, "I desire humanity and not sacrifice," you would not have condemned the guiltless;
8 κύριος γάρ ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
for the Son of Man is master of the Sabbath.
9 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν·
Leaving that place, he went into their synagogue,
10 καὶ ἰδοὺ ⸀ἄνθρωποςχεῖρα ἔχων ξηράν. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Εἰ ἔξεστι τοῖς σάββασιν ⸀θεραπεύειν ἵνα κατηγορήσωσιν αὐτοῦ.
and found a man there whose hand was blasted. They asked Jesus, with a design to accuse him, Is it lawful to heal on the Sabbath?
11 ὁ δὲ εἶπεν αὐτοῖς· Τίς ⸀ἔσταιἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;
He answered, What man is there amongst you, who having one sheep, if it fall into a pit on the Sabbath, will not lay hold on it, and lift it out?
12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου. ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.
And does not a mean greatly excel a sheep? It is lawful, therefore, to do good on the Sabbath.
13 τότε λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινόν ⸂σου τὴν χεῖρα· καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.
Then he said to the man, Stretch out your hand. And as he stretched it out, it became sound like the other.
14 ⸂ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατʼ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
But the Pharisees went out, and concerted against Jesus to destroy him.
15 Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν. καὶ ἠκολούθησαν ⸀αὐτῷπολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,
Jesus knowing this, departed; and being followed by a vast multitude, healed all their sick,
16 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν,
enjoining them not to make him known.
17 ⸀ἵναπληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
Thus the word of the Prophet Isaiah was verified,
18 Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου ⸂εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπʼ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
"Behold my servant whom I have chosen, my beloved in whom my soul delights; I will cause my Spirit to abide upon him, and he shall give laws to the nations;
19 οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
he will not contend, nor clamor, nor cause his voice to be heard in the streets.
20 κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
A bruised reed he will not break; and a dimly burning taper he will not quench, till he render his laws victorious.
21 καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
Nations also shall trust in his name."
22 Τότε ⸂προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός· καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν ⸀κωφὸνλαλεῖν καὶ βλέπειν.
Then was brought to him a demoniac, dumb, and blind, and he cured him, so that he both spoke and saw.
23 καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυίδ;
And all the people said with amazement, Is this the son of David?
24 οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.
But the Pharisees hearing them, said, This man expels demons only by Beelzebub, prince of the demons.
25 εἰδὼς ⸀δὲτὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία μερισθεῖσα καθʼ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθʼ ἑαυτῆς οὐ σταθήσεται.
But Jesus, knowing their surmises, said to them, By intestine dissensions any kingdom may be desolated; and no city or family, where such dissensions are, can subsist.
26 καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφʼ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;
Now if Satan expel Satan, his kingdom is torn by intestine dissensions; how can it then subsist?
27 καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ ⸂κριταὶ ἔσονται ὑμῶν.
Besides, if I expel demons by Beelzebub, by whom do your sons expel them? Wherefore they shall be your judges.
28 εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
But if I expel demons by the Spirit of God, the Reign of God has overtaken you.
29 ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ⸀ἁρπάσαι ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸀διαρπάσει
For how can one enter the strong one's house, and plunder his goods, unless he first overpower the strong one? Then indeed he may plunder his house.
30 ὁ μὴ ὢν μετʼ ἐμοῦ κατʼ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετʼ ἐμοῦ σκορπίζει.
He who is not for me, is against me; and he who gathers not with me, scatters.
31 διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεταιτοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ⸀ἀφεθήσεται.
Wherefore I say to you, though every other sin and detraction in men is pardonable, their detraction from the Spirit is unpardonable:
32 καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δʼ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν ⸂τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. (aiōn )
for whosoever shall inveigh against the Son of Man may obtain pardon; but whosoever shall speak against the Holy Spirit, shall never be pardoned, either in the present state or the future. (aiōn )
33 Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
Either call the tree good, and its fruit good; or call the tree bad, and its fruit bad: for we distinguish the tree by its fruit.
34 γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
Offspring of vipers! how can you that are evil speak good things, since it is out of the fullness of the heart that the mouth speaks.
35 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.
The good man, out of his good treasure, produces good things; the bad man, out of his bad treasure, produces bad things.
36 λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ⸀λαλήσουσινοἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως·
Be assured, however, that of every pernicious word which men shall utter, they shall give an account on the day of judgment.
37 ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
For by your words you shall be acquitted, and by your words you shall be condemned.
38 Τότε ἀπεκρίθησαν ⸀αὐτῷτινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.
Then some of the Scribes and Pharisees interposed, saying, Rabbi, we desire to see a sign for you.
39 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
He answering, said to them, An evil and adulterous race demands a sign; but no sign shall be given it, but the sign of the Prophet Jonah.
40 ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
For as Jonah was three days and three nights in the stomach of the great fish, the Son of Man will be three days and three nights in the bosom of the earth.
41 ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
The Ninevites will stand up in the judgment against this race, and cause it to be condemned, because they reformed when they were warned by Jonah; and behold here something greater than Jonah.
42 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
The Queen of the South country will arise in the judgment against this race, and cause it to be condemned; because she came from the extremities of the earth to hear the wise discourses of Solomon; and behold here something greater than Solomon.
43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διʼ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει.
An unclean spirit, when he is gone out of a man, wanders over the parched deserts in search of a resting-place. And not finding any,
44 τότε λέγει· ⸂Εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν ⸀εὑρίσκει⸀σχολάζοντασεσαρωμένον καὶ κεκοσμημένον.
he says, I will return to my house whence I came; and being come, he finds it empty, swept, and garnished.
45 τότε πορεύεται καὶ παραλαμβάνει μεθʼ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.
Then he goes, and brings with him seven other spirits more wicked than himself; and having entered, they dwell there; and the last state of that man is worse than the first: thus will it fare with this evil race.
46 Ἔτι ⸀δὲαὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι.
While he discoursed to the people, his mother and brothers were without, desiring to speak with him.
47 ⸂εἶπεν δέ τις αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν, ζητοῦντές σοι λαλῆσαι⸃
And one said to him, Your mother and your brothers are without, desiring to speak with you.
48 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ ⸀λέγοντιαὐτῷ· Τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;
He answering, said to him that told him, Who is my mother? and who are my brothers?
49 καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
The stretching out his hand toward his disciples, he said, Behold my mother and my brothers.
50 ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.
For whosoever does the will of my Father who is in heaven, is my brother, and sister, and mother.