< Κατα Λουκαν 1 >

1 Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων,
επειδηπερ πολλοι επεχειρησαν αναταξασθαι διηγησιν περι των πεπληροφορημενων εν ημιν πραγματων
2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
καθωσ παρεδοσαν ημιν οι απ αρχησ αυτοπται και υπηρεται γενομενοι του λογου
3 ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,
εδοξεν καμοι παρηκολουθηκοτι ανωθεν πασιν ακριβωσ καθεξησ σοι γραψαι κρατιστε θεοφιλε
4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
ινα επιγνωσ περι ων κατηχηθησ λογων την ασφαλειαν
5 Ἐγένετο ἐν ταῖς ἡμέραις ⸀Ἡρῴδουβασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, ⸀καὶγυνὴ ⸀αὐτῷἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ.
εγενετο εν ταισ ημεραισ ηρωδου του βασιλεωσ τησ ιουδαιασ ιερευσ τισ ονοματι ζαχαριασ εξ εφημεριασ αβια και η γυνη αυτου εκ των θυγατερων ααρων και το ονομα αυτησ ελισαβετ
6 ἦσαν δὲ δίκαιοι ἀμφότεροι ⸀ἐναντίοντοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι.
ησαν δε δικαιοι αμφοτεροι ενωπιον του θεου πορευομενοι εν πασαισ ταισ εντολαισ και δικαιωμασιν του κυριου αμεμπτοι
7 καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ⸂ἦν ἡ Ἐλισάβετ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
και ουκ ην αυτοισ τεκνον καθοτι η ελισαβετ ην στειρα και αμφοτεροι προβεβηκοτεσ εν ταισ ημεραισ αυτων ησαν
8 Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ
εγενετο δε εν τω ιερατευειν αυτον εν τη ταξει τησ εφημεριασ αυτου εναντι του θεου
9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου,
κατα το εθοσ τησ ιερατειασ ελαχεν του θυμιασαι εισελθων εισ τον ναον του κυριου
10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος·
και παν το πληθοσ ην του λαου προσευχομενον εξω τη ωρα του θυμιαματοσ
11 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.
ωφθη δε αυτω αγγελοσ κυριου εστωσ εκ δεξιων του θυσιαστηριου του θυμιαματοσ
12 καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπʼ αὐτόν.
και εταραχθη ζαχαριασ ιδων και φοβοσ επεπεσεν επ αυτον
13 εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην·
ειπεν δε προσ αυτον ο αγγελοσ μη φοβου ζαχαρια διοτι εισηκουσθη η δεησισ σου και η γυνη σου ελισαβετ γεννησει υιον σοι και καλεσεισ το ονομα αυτου ιωαννην
14 καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ ⸀γενέσειαὐτοῦ χαρήσονται·
και εσται χαρα σοι και αγαλλιασισ και πολλοι επι τη γεννησει αυτου χαρησονται
15 ἔσται γὰρ μέγας ἐνώπιον ⸀τοῦκυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,
εσται γαρ μεγασ ενωπιον του κυριου και οινον και σικερα ου μη πιη και πνευματοσ αγιου πλησθησεται ετι εκ κοιλιασ μητροσ αυτου
16 καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν·
και πολλουσ των υιων ισραηλ επιστρεψει επι κυριον τον θεον αυτων
17 καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.
και αυτοσ προελευσεται ενωπιον αυτου εν πνευματι και δυναμει ηλιου επιστρεψαι καρδιασ πατερων επι τεκνα και απειθεισ εν φρονησει δικαιων ετοιμασαι κυριω λαον κατεσκευασμενον
18 καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.
και ειπεν ζαχαριασ προσ τον αγγελον κατα τι γνωσομαι τουτο εγω γαρ ειμι πρεσβυτησ και η γυνη μου προβεβηκυια εν ταισ ημεραισ αυτησ
19 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα·
και αποκριθεισ ο αγγελοσ ειπεν αυτω εγω ειμι γαβριηλ ο παρεστηκωσ ενωπιον του θεου και απεσταλην λαλησαι προσ σε και ευαγγελισασθαι σοι ταυτα
20 καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθʼ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.
και ιδου εση σιωπων και μη δυναμενοσ λαλησαι αχρι ησ ημερασ γενηται ταυτα ανθ ων ουκ επιστευσασ τοισ λογοισ μου οιτινεσ πληρωθησονται εισ τον καιρον αυτων
21 Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ⸂ἐν τῷ ναῷ αὐτόν.
και ην ο λαοσ προσδοκων τον ζαχαριαν και εθαυμαζον εν τω χρονιζειν αυτον εν τω ναω
22 ἐξελθὼν δὲ οὐκ ⸀ἐδύνατολαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός.
εξελθων δε ουκ ηδυνατο λαλησαι αυτοισ και επεγνωσαν οτι οπτασιαν εωρακεν εν τω ναω και αυτοσ ην διανευων αυτοισ και διεμενεν κωφοσ
23 καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
και εγενετο ωσ επλησθησαν αι ημεραι τησ λειτουργιασ αυτου απηλθεν εισ τον οικον αυτου
24 Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα
μετα δε ταυτασ τασ ημερασ συνελαβεν ελισαβετ η γυνη αυτου και περιεκρυβεν εαυτην μηνασ πεντε λεγουσα
25 ὅτι Οὕτως μοι ⸀πεποίηκενκύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ⸀ἀφελεῖνὄνειδός μου ἐν ἀνθρώποις.
οτι ουτωσ μοι πεποιηκεν ο κυριοσ εν ημεραισ αισ επειδεν αφελειν το ονειδοσ μου εν ανθρωποισ
26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ⸀ἀπὸτοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ
εν δε τω μηνι τω εκτω απεσταλη ο αγγελοσ γαβριηλ υπο του θεου εισ πολιν τησ γαλιλαιασ η ονομα ναζαρετ
27 πρὸς παρθένον ⸀ἐμνηστευμένηνἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
προσ παρθενον μεμνηστευμενην ανδρι ω ονομα ιωσηφ εξ οικου δαυιδ και το ονομα τησ παρθενου μαριαμ
28 καὶ ⸀εἰσελθὼνπρὸς αὐτὴν εἶπεν· Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ ⸀σοῦ
και εισελθων ο αγγελοσ προσ αυτην ειπεν χαιρε κεχαριτωμενη ο κυριοσ μετα σου ευλογημενη συ εν γυναιξιν
29 ἡ δὲ ⸂ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
η δε ιδουσα διεταραχθη επι τω λογω αυτου και διελογιζετο ποταποσ ειη ο ασπασμοσ ουτοσ
30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ·
και ειπεν ο αγγελοσ αυτη μη φοβου μαριαμ ευρεσ γαρ χαριν παρα τω θεω
31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
και ιδου συλληψη εν γαστρι και τεξη υιον και καλεσεισ το ονομα αυτου ιησουν
32 οὗτος ἔσται μέγας καὶ υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ,
ουτοσ εσται μεγασ και υιοσ υψιστου κληθησεται και δωσει αυτω κυριοσ ο θεοσ τον θρονον δαυιδ του πατροσ αυτου
33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. (aiōn g165)
και βασιλευσει επι τον οικον ιακωβ εισ τουσ αιωνασ και τησ βασιλειασ αυτου ουκ εσται τελοσ (aiōn g165)
34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
ειπεν δε μαριαμ προσ τον αγγελον πωσ εσται τουτο επει ανδρα ου γινωσκω
35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ·
και αποκριθεισ ο αγγελοσ ειπεν αυτη πνευμα αγιον επελευσεται επι σε και δυναμισ υψιστου επισκιασει σοι διο και το γεννωμενον αγιον κληθησεται υιοσ θεου
36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ ⸀συγγενίςσου καὶ αὐτὴ ⸀συνείληφενυἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·
και ιδου ελισαβετ η συγγενησ σου και αυτη συνειληφυια υιον εν γηρει αυτησ και ουτοσ μην εκτοσ εστιν αυτη τη καλουμενη στειρα
37 ὅτι οὐκ ἀδυνατήσει παρὰ ⸂τοῦ θεοῦ πᾶν ῥῆμα.
οτι ουκ αδυνατησει παρα τω θεω παν ρημα
38 εἶπεν δὲ Μαριάμ· Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπʼ αὐτῆς ὁ ἄγγελος.
ειπεν δε μαριαμ ιδου η δουλη κυριου γενοιτο μοι κατα το ρημα σου και απηλθεν απ αυτησ ο αγγελοσ
39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα,
αναστασα δε μαριαμ εν ταισ ημεραισ ταυταισ επορευθη εισ την ορεινην μετα σπουδησ εισ πολιν ιουδα
40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.
και εισηλθεν εισ τον οικον ζαχαριου και ησπασατο την ελισαβετ
41 καὶ ἐγένετο ὡς ἤκουσεν ⸂τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ,
και εγενετο ωσ ηκουσεν η ελισαβετ τον ασπασμον τησ μαριασ εσκιρτησεν το βρεφοσ εν τη κοιλια αυτησ και επλησθη πνευματοσ αγιου η ελισαβετ
42 καὶ ἀνεφώνησεν ⸀κραυγῇμεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
και ανεφωνησεν φωνη μεγαλη και ειπεν ευλογημενη συ εν γυναιξιν και ευλογημενοσ ο καρποσ τησ κοιλιασ σου
43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ κυρίου μου πρὸς ⸀ἐμέ
και ποθεν μοι τουτο ινα ελθη η μητηρ του κυριου μου προσ με
44 ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ⸂ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.
ιδου γαρ ωσ εγενετο η φωνη του ασπασμου σου εισ τα ωτα μου εσκιρτησεν το βρεφοσ εν αγαλλιασει εν τη κοιλια μου
45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.
και μακαρια η πιστευσασα οτι εσται τελειωσισ τοισ λελαλημενοισ αυτη παρα κυριου
46 Καὶ εἶπεν Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν κύριον,
και ειπεν μαριαμ μεγαλυνει η ψυχη μου τον κυριον
47 καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου·
και ηγαλλιασεν το πνευμα μου επι τω θεω τω σωτηρι μου
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί·
οτι επεβλεψεν επι την ταπεινωσιν τησ δουλησ αυτου ιδου γαρ απο του νυν μακαριουσιν με πασαι αι γενεαι
49 ὅτι ἐποίησέν μοι ⸀μεγάλαὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
οτι εποιησεν μοι μεγαλεια ο δυνατοσ και αγιον το ονομα αυτου
50 καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς ⸂καὶ γενεὰς τοῖς φοβουμένοις αὐτόν.
και το ελεοσ αυτου εισ γενεασ γενεων τοισ φοβουμενοισ αυτον
51 Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
εποιησεν κρατοσ εν βραχιονι αυτου διεσκορπισεν υπερηφανουσ διανοια καρδιασ αυτων
52 καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς,
καθειλεν δυναστασ απο θρονων και υψωσεν ταπεινουσ
53 πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
πεινωντασ ενεπλησεν αγαθων και πλουτουντασ εξαπεστειλεν κενουσ
54 ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους,
αντελαβετο ισραηλ παιδοσ αυτου μνησθηναι ελεουσ
55 καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα. (aiōn g165)
καθωσ ελαλησεν προσ τουσ πατερασ ημων τω αβρααμ και τω σπερματι αυτου εισ τον αιωνα (aiōn g165)
56 Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ⸀ὡςμῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
εμεινεν δε μαριαμ συν αυτη ωσει μηνασ τρεισ και υπεστρεψεν εισ τον οικον αυτησ
57 Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.
τη δε ελισαβετ επλησθη ο χρονοσ του τεκειν αυτην και εγεννησεν υιον
58 καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετʼ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
και ηκουσαν οι περιοικοι και οι συγγενεισ αυτησ οτι εμεγαλυνεν κυριοσ το ελεοσ αυτου μετ αυτησ και συνεχαιρον αυτη
59 Καὶ ἐγένετο ἐν τῇ ⸂ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.
και εγενετο εν τη ογδοη ημερα ηλθον περιτεμειν το παιδιον και εκαλουν αυτο επι τω ονοματι του πατροσ αυτου ζαχαριαν
60 καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.
και αποκριθεισα η μητηρ αυτου ειπεν ουχι αλλα κληθησεται ιωαννησ
61 καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ⸂ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.
και ειπον προσ αυτην οτι ουδεισ εστιν εν τη συγγενεια σου οσ καλειται τω ονοματι τουτω
62 ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι ⸀αὐτό
ενενευον δε τω πατρι αυτου το τι αν θελοι καλεισθαι αυτον
63 καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων· Ἰωάννης ⸀ἐστὶνὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες.
και αιτησασ πινακιδιον εγραψεν λεγων ιωαννησ εστιν το ονομα αυτου και εθαυμασαν παντεσ
64 ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν.
ανεωχθη δε το στομα αυτου παραχρημα και η γλωσσα αυτου και ελαλει ευλογων τον θεον
65 καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,
και εγενετο επι παντασ φοβοσ τουσ περιοικουντασ αυτουσ και εν ολη τη ορεινη τησ ιουδαιασ διελαλειτο παντα τα ρηματα ταυτα
66 καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ ⸀γὰρχεὶρ κυρίου ἦν μετʼ αὐτοῦ.
και εθεντο παντεσ οι ακουσαντεσ εν τη καρδια αυτων λεγοντεσ τι αρα το παιδιον τουτο εσται και χειρ κυριου ην μετ αυτου
67 Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ⸀ἐπροφήτευσενλέγων·
και ζαχαριασ ο πατηρ αυτου επλησθη πνευματοσ αγιου και προεφητευσεν λεγων
68 Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
ευλογητοσ κυριοσ ο θεοσ του ισραηλ οτι επεσκεψατο και εποιησεν λυτρωσιν τω λαω αυτου
69 καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ⸀ἐνοἴκῳ ⸀Δαυὶδπαιδὸς αὐτοῦ,
και ηγειρεν κερασ σωτηριασ ημιν εν τω οικω δαυιδ του παιδοσ αυτου
70 καθὼς ἐλάλησεν διὰ στόματος τῶν ⸀ἁγίωνἀπʼ αἰῶνος προφητῶν αὐτοῦ, (aiōn g165)
καθωσ ελαλησεν δια στοματοσ των αγιων των απ αιωνοσ προφητων αυτου (aiōn g165)
71 σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,
σωτηριαν εξ εχθρων ημων και εκ χειροσ παντων των μισουντων ημασ
72 ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
ποιησαι ελεοσ μετα των πατερων ημων και μνησθηναι διαθηκησ αγιασ αυτου
73 ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν
ορκον ον ωμοσεν προσ αβρααμ τον πατερα ημων του δουναι ημιν
74 ἀφόβως ἐκ χειρὸς ⸀ἐχθρῶνῥυσθέντας λατρεύειν αὐτῷ
αφοβωσ εκ χειροσ των εχθρων ημων ρυσθεντασ λατρευειν αυτω
75 ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ ⸂πάσαις ταῖς ἡμέραις ἡμῶν.
εν οσιοτητι και δικαιοσυνη ενωπιον αυτου πασασ τασ ημερασ τησ ζωησ ημων
76 καὶ σὺ ⸀δέ παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ⸀ἐνώπιονκυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
και συ παιδιον προφητησ υψιστου κληθηση προπορευση γαρ προ προσωπου κυριου ετοιμασαι οδουσ αυτου
77 τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,
του δουναι γνωσιν σωτηριασ τω λαω αυτου εν αφεσει αμαρτιων αυτων
78 διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ⸀ἐπισκέψεταιἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
δια σπλαγχνα ελεουσ θεου ημων εν οισ επεσκεψατο ημασ ανατολη εξ υψουσ
79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
επιφαναι τοισ εν σκοτει και σκια θανατου καθημενοισ του κατευθυναι τουσ ποδασ ημων εισ οδον ειρηνησ
80 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
το δε παιδιον ηυξανεν και εκραταιουτο πνευματι και ην εν ταισ ερημοισ εωσ ημερασ αναδειξεωσ αυτου προσ τον ισραηλ

< Κατα Λουκαν 1 >