< Κατα Λουκαν 9 >
1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν,
And having summoned the twelve, he gave them power and authority over all demons, and to heal diseases.
2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι ⸂τοὺς ἀσθενεῖς,
And he sent them to preach the kingdom of God, and to heal those who were incapacitated.
3 καὶ εἶπεν πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ⸀ῥάβδονμήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ⸀ἀνὰδύο χιτῶνας ἔχειν.
And he said to them, Take nothing for the way, neither staffs, nor bag, nor bread, nor silver, nor have two coats each.
4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.
And into whatever house ye may enter, remain there, and from there depart.
5 καὶ ὅσοι ⸀ἂνμὴ ⸀δέχωνταιὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ⸀ἐκείνηςτὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ⸀ἀποτινάσσετεεἰς μαρτύριον ἐπʼ αὐτούς.
And as many as will not receive you, when departing from that city, also shake off the dust from your feet for a testimony against them.
6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
And having departed, they passed through the villages, preaching the good news, and healing everywhere.
7 Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ ⸀γινόμεναπάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ⸀ἠγέρθηἐκ νεκρῶν,
But Herod the tetrarch heard of all that was done by him. And he was perplexed, because it was said by some that John was risen from the dead,
8 ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης ⸀τιςτῶν ἀρχαίων ἀνέστη.
and by some that Elijah appeared, and by others that a prophet, one of the ancient men arose.
9 ⸂εἶπεν δὲ ⸀ὁἩρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗος περὶ ⸀οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
And Herod said, I beheaded John, but who is this about whom I hear such things? And he sought to see him.
10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατʼ ἰδίαν εἰς ⸂πόλιν καλουμένην Βηθσαϊδά.
And when the apostles returned, they related to him as many things as they did. And having taken them along, he withdrew in private into a desolate place of a city called Bethsaida.
11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ⸀ἀποδεξάμενοςαὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
But the multitudes having known, they followed him. And having received them, he spoke to them about the kingdom of God, and he cured those who had need of healing.
12 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵνα ⸀πορευθέντεςεἰς τὰς κύκλῳ κώμας ⸀καὶἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
And the day began to decline, and the twelve having come near, they said to him, Send the multitude away, so that, after going into the villages and fields around, they may rest and find provision, because we are here in a desolate place.
13 εἶπεν δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς ⸂ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν· Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ⸂ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
But he said to them, Give ye them to eat. And they said, There are for us not more than five loaves and two fishes, unless, after going, we might buy food for all this people.
14 ἦσαν γὰρ ὡσεὶἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας ⸀ὡσεὶ ἀνὰ πεντήκοντα.
For there were about five thousand men. And he said to his disciples, Make them sit down in groups of fifty each.
15 καὶ ἐποίησαν οὕτως καὶ ⸀κατέκλινανἅπαντας.
And they did so, and made them all sit down.
16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς ⸀παραθεῖναιτῷ ὄχλῳ.
And after taking the five loaves and the two fishes, having looked up to heaven, he blessed them, and broke in pieces, and gave to the disciples to set before the multitude.
17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
And they ate, and were all filled. And there were taken up to them of the remaining fragments, twelve baskets.
18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με ⸂οἱ ὄχλοι λέγουσιν εἶναι;
And it came to pass, as he was praying privately, the disciples were with him. And he questioned them, saying, Who do the multitudes say that I am?
19 οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
And having answered, they said, John the immerser, but others, Elijah, and others, that a certain prophet of the ancient men arose.
20 εἶπεν δὲ αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ⸂Πέτρος δὲ ἀποκριθεὶς εἶπεν· Τὸν χριστὸν τοῦ θεοῦ.
And he said to them, But ye, who say ye that I am? And having answered, Peter said, The Christ of God.
21 Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ ⸀λέγειντοῦτο,
But having chided them, he commanded to tell this to no man,
22 εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸀ἐγερθῆναι
saying, It is necessary for the Son of man to suffer many things, and be rejected by the elders and chief priests and scholars, and be killed, and the third day to rise.
23 Ἔλεγεν δὲ πρὸς πάντας· Εἴ τις θέλει ὀπίσω μου ⸂ἔρχεσθαι, ἀρνησάσθω⸃ ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ ⸂καθʼ ἡμέραν⸃, καὶ ἀκολουθείτω μοι.
And he said to all, If any man wants to come behind me, let him deny himself, and take up his cross, and follow me.
24 ὃς γὰρ ⸀ἂνθέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
For whoever wants to save his life will lose it, but whoever may lose his life because of me, this man will save it.
25 τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
For what is a man benefited, having gained the whole world, but having lost or having forfeited himself?
26 ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
For whoever may be ashamed of me and of my words, the Son of man will be ashamed of this man when he comes in his glory, and of the Father, and of the holy agents.
27 λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν ⸀αὐτοῦ⸀ἑστηκότωνοἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
But I tell you truly, there are some of those who stand here, who will, no, not taste of death, till they see the kingdom of God.
28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ ⸀καὶπαραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
And it came to pass about eight days after these sayings, that after taking Peter and John and James, he went up onto the mountain to pray.
29 καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
And as he was praying, the appearance of his face became different, and his clothing glistening white.
30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας,
And behold, two men talked with him, who were Moses and Elijah,
31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ.
who, having appeared in glory, spoke of his departure, which he was going to fulfill at Jerusalem.
32 ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
But Peter and those with him were weighed down with sleep, and having become awake, they saw his glory, and the two men who stood with him.
33 καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπʼ αὐτοῦ εἶπεν ⸀ὁΠέτρος πρὸς τὸν Ἰησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει.
And it came to pass, as they were departing from him, Peter said to Jesus, Master, it is good for us to be here, and we could make three tabernacles, one for thee, and one for Moses, and one for Elijah, not knowing what he was saying.
34 ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ⸀ἐπεσκίαζεναὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ ⸂εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην.
And while he was speaking these things, a cloud came and overshadowed them. And they were afraid as they entered into the cloud.
35 καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ⸀ἐκλελεγμένος αὐτοῦ ἀκούετε.
And a voice came out of the cloud, saying, This is my beloved Son. Hear ye him.
36 καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν ⸀εὑρέθηἸησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
And at the occurrence of the voice, Jesus was found alone. And they kept silent, and informed no man in those days any of the things that they have seen.
37 Ἐγένετο ⸀δὲτῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς.
And it came to pass, on the next day, when they came down from the mountain, a large crowd met him.
38 καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ⸀ἐβόησενλέγων· Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ⸂μοί ἐστιν,
And behold, a man from the crowd cried out, saying, Teacher, I beseech thee to look upon my son, because he is the only begotten to me.
39 καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ ⸀μόγιςἀποχωρεῖ ἀπʼ αὐτοῦ συντρῖβον αὐτόν·
And lo, a spirit seizes him, and he suddenly cries out, and it convulses him with foaming. And it departs from him difficultly, injuring him.
40 καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.
And I begged thy disciples that they might cast it out, and they could not.
41 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ⸂ὧδε τὸν υἱόν σου.
And having answered, Jesus said, O faithless and perverted generation, how long will I be with you and endure you? Bring thy son here.
42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
And as he was still coming, the demon tore him, and he convulsed. But Jesus rebuked the unclean spirit, and healed the boy, and gave him back to his father.
43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ⸀ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ·
And they were all amazed at the majesty of God. But while all were wondering at all the things which Jesus did, he said to his disciples,
44 Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.
Place ye these sayings into your ears, for the Son of man is going to be delivered up into the hands of men.
45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπʼ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
But they did not understand this saying, and it was concealed from them, so that they did not perceive it. And they were afraid to ask him about this saying.
46 Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
But a thought entered among them, which of them may be greater.
47 ὁ δὲ Ἰησοῦς ⸀εἰδὼςτὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος ⸀παιδίονἔστησεν αὐτὸ παρʼ ἑαυτῷ,
But having perceived the thought of their heart, having taken a child, Jesus stood it beside him,
48 καὶ εἶπεν αὐτοῖς· Ὃς ⸀ἂνδέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ⸁ἂνἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ⸀ἐστινμέγας.
and he said to them, Whoever may receive this child in my name receives me, and whoever may receive me receives him who sent me, for he who exists smaller among you all, this man will be great.
49 Ἀποκριθεὶς ⸀δὲἸωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα ⸀ἐντῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ⸀ἐκωλύομεναὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθʼ ἡμῶν.
And having answered, John said, Master, we saw a certain man casting out demons in thy name, and we forbade him, because he does not follow with us.
50 ⸂εἶπεν δὲ πρὸς αὐτὸν ⸀ὁἸησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθʼ ⸂ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν.
But Jesus said to him, Do not forbid, for he who is not against us is for us.
51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ ⸀πρόσωπον⸀ἐστήρισεντοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ,
And it came to pass, while fulfilling the days for his ascension, that he also set his face to go to Jerusalem.
52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, ⸀ὡςἑτοιμάσαι αὐτῷ·
And he sent agents before his face, and they went. And having gone, they entered into a village of Samaritans, so as to make ready for him.
53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ.
And they did not receive him, because his face was going to Jerusalem.
54 ἰδόντες δὲ οἱ ⸀μαθηταὶἸάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι ⸀αὐτούς
And his disciples James and John having seen, they said, Lord, do thou want that we should call fire to come down from the sky, and consume them, as also Elijah did?
55 στραφεὶς δὲ ἐπετίμησεν ⸀αὐτοῖς
But having turned around, he rebuked them, and said, Ye do not know what kind of spirit ye are.
56 ⸀καὶἐπορεύθησαν εἰς ἑτέραν κώμην.
For the Son of man came not to destroy the lives of men, but to save. And they went to another village.
57 ⸀Καὶπορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπου ⸀ἐὰν⸀ἀπέρχῃ
And it came to pass while they went on the way, a certain man said to him, I will follow thee wherever thou may go, Lord.
58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
And Jesus said to him, The foxes have holes, and the birds of the sky, nests, but the Son of man has not where he might lay his head.
59 εἶπεν δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. ὁ δὲ εἶπεν· ⸀Κύριε ἐπίτρεψόν μοι ⸂ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.
And he said to another, Follow me. But he said, Lord, allow me first, after departing, to bury my father.
60 εἶπεν δὲ ⸀αὐτῷ Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ.
But Jesus said to him, Leave the dead to bury their own dead, but thou, after departing, proclaim the kingdom of God.
61 εἶπεν δὲ καὶ ἕτερος· Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
And also another said, I will follow thee, Lord, but first allow me to bid farewell to those in my house.
62 εἶπεν δὲ ⸂ὁ Ἰησοῦς· Οὐδεὶς ἐπιβαλὼν τὴν ⸀χεῖραἐπʼ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν ⸂τῇ βασιλείᾳ τοῦ θεοῦ.
But Jesus said to him, No man, having put his hand to a plow, and looking to things behind, is fit for the kingdom of God.