< Κατα Λουκαν 8 >

1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ,
και εγενετο εν τω καθεξησ και αυτοσ διωδευεν κατα πολιν και κωμην κηρυσσων και ευαγγελιζομενοσ την βασιλειαν του θεου και οι δωδεκα συν αυτω
2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφʼ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
και γυναικεσ τινεσ αι ησαν τεθεραπευμεναι απο πνευματων πονηρων και ασθενειων μαρια η καλουμενη μαγδαληνη αφ ησ δαιμονια επτα εξεληλυθει
3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ⸀ἐκτῶν ὑπαρχόντων αὐταῖς.
και ιωαννα γυνη χουζα επιτροπου ηρωδου και σουσαννα και ετεραι πολλαι αιτινεσ διηκονουν αυτοισ απο των υπαρχοντων αυταισ
4 Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς·
συνιοντοσ δε οχλου πολλου και των κατα πολιν επιπορευομενων προσ αυτον ειπεν δια παραβολησ
5 Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.
εξηλθεν ο σπειρων του σπειραι τον σπορον αυτου και εν τω σπειρειν αυτον ο μεν επεσεν παρα την οδον και κατεπατηθη και τα πετεινα του ουρανου κατεφαγεν αυτο
6 καὶ ἕτερον ⸀κατέπεσενἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.
και ετερον επεσεν επι την πετραν και φυεν εξηρανθη δια το μη εχειν ικμαδα
7 καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.
και ετερον επεσεν εν μεσω των ακανθων και συμφυεισαι αι ακανθαι απεπνιξαν αυτο
8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
και ετερον επεσεν εισ την γην την αγαθην και φυεν εποιησεν καρπον εκατονταπλασιονα ταυτα λεγων εφωνει ο εχων ωτα ακουειν ακουετω
9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ ⸀αὐτοῦτίς ⸂αὕτη εἴη ἡ παραβολή.
επηρωτων δε αυτον οι μαθηται αυτου λεγοντεσ τισ ειη η παραβολη αυτη
10 ὁ δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν.
ο δε ειπεν υμιν δεδοται γνωναι τα μυστηρια τησ βασιλειασ του θεου τοισ δε λοιποισ εν παραβολαισ ινα βλεποντεσ μη βλεπωσιν και ακουοντεσ μη συνιωσιν
11 Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ.
εστιν δε αυτη η παραβολη ο σποροσ εστιν ο λογοσ του θεου
12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ⸀ἀκούσαντες εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
οι δε παρα την οδον εισιν οι ακουοντεσ ειτα ερχεται ο διαβολοσ και αιρει τον λογον απο τησ καρδιασ αυτων ινα μη πιστευσαντεσ σωθωσιν
13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
οι δε επι τησ πετρασ οι οταν ακουσωσιν μετα χαρασ δεχονται τον λογον και ουτοι ριζαν ουκ εχουσιν οι προσ καιρον πιστευουσιν και εν καιρω πειρασμου αφιστανται
14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν.
το δε εισ τασ ακανθασ πεσον ουτοι εισιν οι ακουσαντεσ και υπο μεριμνων και πλουτου και ηδονων του βιου πορευομενοι συμπνιγονται και ου τελεσφορουσιν
15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
το δε εν τη καλη γη ουτοι εισιν οιτινεσ εν καρδια καλη και αγαθη ακουσαντεσ τον λογον κατεχουσιν και καρποφορουσιν εν υπομονη
16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν ἀλλʼ ἐπὶ λυχνίας ⸀τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.
ουδεισ δε λυχνον αψασ καλυπτει αυτον σκευει η υποκατω κλινησ τιθησιν αλλ επι λυχνιασ επιτιθησιν ινα οι εισπορευομενοι βλεπωσιν το φωσ
17 οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ ⸂μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ.
ου γαρ εστιν κρυπτον ο ου φανερον γενησεται ουδε αποκρυφον ο ου γνωσθησεται και εισ φανερον ελθη
18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς ⸂ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ⸀ἂνμὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπʼ αὐτοῦ.
βλεπετε ουν πωσ ακουετε οσ γαρ εαν εχη δοθησεται αυτω και οσ εαν μη εχη και ο δοκει εχειν αρθησεται απ αυτου
19 ⸀Παρεγένετοδὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.
παρεγενοντο δε προσ αυτον η μητηρ και οι αδελφοι αυτου και ουκ ηδυναντο συντυχειν αυτω δια τον οχλον
20 ⸂ἀπηγγέλη δὲ ⸀αὐτῷ Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν ⸂σε θέλοντες.
και απηγγελη αυτω λεγοντων η μητηρ σου και οι αδελφοι σου εστηκασιν εξω ιδειν σε θελοντεσ
21 ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ⸀ποιοῦντες
ο δε αποκριθεισ ειπεν προσ αυτουσ μητηρ μου και αδελφοι μου ουτοι εισιν οι τον λογον του θεου ακουοντεσ και ποιουντεσ αυτον
22 ⸂Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς· Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης, καὶ ἀνήχθησαν.
και εγενετο εν μια των ημερων και αυτοσ ενεβη εισ πλοιον και οι μαθηται αυτου και ειπεν προσ αυτουσ διελθωμεν εισ το περαν τησ λιμνησ και ανηχθησαν
23 πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.
πλεοντων δε αυτων αφυπνωσεν και κατεβη λαιλαψ ανεμου εισ την λιμνην και συνεπληρουντο και εκινδυνευον
24 προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· Ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα· ὁ δὲ ⸀διεγερθεὶςἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
προσελθοντεσ δε διηγειραν αυτον λεγοντεσ επιστατα επιστατα απολλυμεθα ο δε εγερθεισ επετιμησεν τω ανεμω και τω κλυδωνι του υδατοσ και επαυσαντο και εγενετο γαληνη
25 εἶπεν δὲ αὐτοῖς· ⸀Ποῦἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
ειπεν δε αυτοισ που εστιν η πιστισ υμων φοβηθεντεσ δε εθαυμασαν λεγοντεσ προσ αλληλουσ τισ αρα ουτοσ εστιν οτι και τοισ ανεμοισ επιτασσει και τω υδατι και υπακουουσιν αυτω
26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν ⸀Γερασηνῶν ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας.
και κατεπλευσαν εισ την χωραν των γαδαρηνων ητισ εστιν αντιπεραν τησ γαλιλαιασ
27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ⸀ὑπήντησενἀνήρ τις ἐκ τῆς πόλεως ⸀ἔχωνδαιμόνια· ⸂καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλʼ ἐν τοῖς μνήμασιν.
εξελθοντι δε αυτω επι την γην υπηντησεν αυτω ανηρ τισ εκ τησ πολεωσ οσ ειχεν δαιμονια εκ χρονων ικανων και ιματιον ουκ ενεδιδυσκετο και εν οικια ουκ εμενεν αλλ εν τοισ μνημασιν
28 ἰδὼν δὲ τὸν ⸀Ἰησοῦνἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς·
ιδων δε τον ιησουν και ανακραξασ προσεπεσεν αυτω και φωνη μεγαλη ειπεν τι εμοι και σοι ιησου υιε του θεου του υψιστου δεομαι σου μη με βασανισησ
29 ⸀παρήγγελλενγὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ⸀ἐδεσμεύετοἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ⸀ὑπὸτοῦ ⸀δαιμονίουεἰς τὰς ἐρήμους.
παρηγγειλεν γαρ τω πνευματι τω ακαθαρτω εξελθειν απο του ανθρωπου πολλοισ γαρ χρονοισ συνηρπακει αυτον και εδεσμειτο αλυσεσιν και πεδαισ φυλασσομενοσ και διαρρησσων τα δεσμα ηλαυνετο υπο του δαιμονοσ εισ τασ ερημουσ
30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ ⸀Ἰησοῦς Τί σοι ⸂ὄνομά ἐστιν; ὁ δὲ εἶπεν· Λεγιών, ὅτι ⸂εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν.
επηρωτησεν δε αυτον ο ιησουσ λεγων τι σοι εστιν ονομα ο δε ειπεν λεγεων οτι δαιμονια πολλα εισηλθεν εισ αυτον
31 καὶ ⸀παρεκάλουναὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. (Abyssos g12)
και παρεκαλει αυτον ινα μη επιταξη αυτοισ εισ την αβυσσον απελθειν (Abyssos g12)
32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν ⸀βοσκομένηἐν τῷ ὄρει· καὶ ⸀παρεκάλεσαναὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς.
ην δε εκει αγελη χοιρων ικανων βοσκομενων εν τω ορει και παρεκαλουν αυτον ινα επιτρεψη αυτοισ εισ εκεινουσ εισελθειν και επετρεψεν αυτοισ
33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
εξελθοντα δε τα δαιμονια απο του ανθρωπου εισηλθον εισ τουσ χοιρουσ και ωρμησεν η αγελη κατα του κρημνου εισ την λιμνην και απεπνιγη
34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ ⸀γεγονὸςἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
ιδοντεσ δε οι βοσκοντεσ το γεγενημενον εφυγον και απηγγειλαν εισ την πολιν και εισ τουσ αγρουσ
35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφʼ οὗ τὰ δαιμόνια ⸀ἐξῆλθενἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν.
εξηλθον δε ιδειν το γεγονοσ και ηλθον προσ τον ιησουν και ευρον καθημενον τον ανθρωπον αφ ου τα δαιμονια εξεληλυθει ιματισμενον και σωφρονουντα παρα τουσ ποδασ του ιησου και εφοβηθησαν
36 ἀπήγγειλαν δὲ ⸀αὐτοῖςοἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.
απηγγειλαν δε αυτοισ και οι ιδοντεσ πωσ εσωθη ο δαιμονισθεισ
37 καὶ ⸀ἠρώτησεναὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν ⸀Γερασηνῶνἀπελθεῖν ἀπʼ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς ⸀εἰςπλοῖον ὑπέστρεψεν.
και ηρωτησαν αυτον απαν το πληθοσ τησ περιχωρου των γαδαρηνων απελθειν απ αυτων οτι φοβω μεγαλω συνειχοντο αυτοσ δε εμβασ εισ το πλοιον υπεστρεψεν
38 ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφʼ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ ⸀αὐτὸνλέγων·
εδεετο δε αυτου ο ανηρ αφ ου εξεληλυθει τα δαιμονια ειναι συν αυτω απελυσεν δε αυτον ο ιησουσ λεγων
39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ⸂σοι ἐποίησεν ὁ θεός. καὶ ἀπῆλθεν καθʼ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
υποστρεφε εισ τον οικον σου και διηγου οσα εποιησεν σοι ο θεοσ και απηλθεν καθ ολην την πολιν κηρυσσων οσα εποιησεν αυτω ο ιησουσ
40 ⸂Ἐν δὲ τῷ ⸀ὑποστρέφειντὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.
εγενετο δε εν τω υποστρεψαι τον ιησουν απεδεξατο αυτον ο οχλοσ ησαν γαρ παντεσ προσδοκωντεσ αυτον
41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάϊρος, καὶ ⸀οὗτοςἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας ⸀τοῦἸησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
και ιδου ηλθεν ανηρ ω ονομα ιαειροσ και αυτοσ αρχων τησ συναγωγησ υπηρχεν και πεσων παρα τουσ ποδασ του ιησου παρεκαλει αυτον εισελθειν εισ τον οικον αυτου
42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
οτι θυγατηρ μονογενησ ην αυτω ωσ ετων δωδεκα και αυτη απεθνησκεν εν δε τω υπαγειν αυτον οι οχλοι συνεπνιγον αυτον
43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ⸂ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ⸀ἀπʼοὐδενὸς θεραπευθῆναι,
και γυνη ουσα εν ρυσει αιματοσ απο ετων δωδεκα ητισ ιατροισ προσαναλωσασα ολον τον βιον ουκ ισχυσεν υπ ουδενοσ θεραπευθηναι
44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.
προσελθουσα οπισθεν ηψατο του κρασπεδου του ιματιου αυτου και παραχρημα εστη η ρυσισ του αιματοσ αυτησ
45 καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ ⸀Πέτρος Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ⸀ἀποθλίβουσιν.
και ειπεν ο ιησουσ τισ ο αψαμενοσ μου αρνουμενων δε παντων ειπεν ο πετροσ και οι μετ αυτου επιστατα οι οχλοι συνεχουσιν σε και αποθλιβουσιν και λεγεισ τισ ο αψαμενοσ μου
46 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ⸀ἐξεληλυθυῖανἀπʼ ἐμοῦ.
ο δε ιησουσ ειπεν ηψατο μου τισ εγω γαρ εγνων δυναμιν εξελθουσαν απ εμου
47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ διʼ ἣν αἰτίαν ἥψατο αὐτοῦ ⸀ἀπήγγειλενἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα.
ιδουσα δε η γυνη οτι ουκ ελαθεν τρεμουσα ηλθεν και προσπεσουσα αυτω δι ην αιτιαν ηψατο αυτου απηγγειλεν αυτω ενωπιον παντοσ του λαου και ωσ ιαθη παραχρημα
48 ὁ δὲ εἶπεν αὐτῇ· ⸀Θυγάτηρ ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
ο δε ειπεν αυτη θαρσει θυγατερ η πιστισ σου σεσωκεν σε πορευου εισ ειρηνην
49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου ⸀λέγωνὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, ⸀μηκέτισκύλλε τὸν διδάσκαλον.
ετι αυτου λαλουντοσ ερχεται τισ παρα του αρχισυναγωγου λεγων αυτω οτι τεθνηκεν η θυγατηρ σου μη σκυλλε τον διδασκαλον
50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη ⸀αὐτῷ Μὴ φοβοῦ, μόνον ⸀πίστευσον καὶ σωθήσεται.
ο δε ιησουσ ακουσασ απεκριθη αυτω λεγων μη φοβου μονον πιστευε και σωθησεται
51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν ⸂τινα σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
ελθων δε εισ την οικιαν ουκ αφηκεν εισελθειν ουδενα ει μη πετρον και ιωαννην και ιακωβον και τον πατερα τησ παιδοσ και την μητερα
52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· Μὴ κλαίετε, ⸂οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει.
εκλαιον δε παντεσ και εκοπτοντο αυτην ο δε ειπεν μη κλαιετε ουκ απεθανεν αλλα καθευδει
53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
και κατεγελων αυτου ειδοτεσ οτι απεθανεν
54 αὐτὸς ⸀δὲκρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· Ἡ παῖς, ⸀ἔγειρε
αυτοσ δε εκβαλων εξω παντασ και κρατησασ τησ χειροσ αυτησ εφωνησεν λεγων η παισ εγειρου
55 καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.
και επεστρεψεν το πνευμα αυτησ και ανεστη παραχρημα και διεταξεν αυτη δοθηναι φαγειν
56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
και εξεστησαν οι γονεισ αυτησ ο δε παρηγγειλεν αυτοισ μηδενι ειπειν το γεγονοσ

< Κατα Λουκαν 8 >