< Κατα Λουκαν 22 >
1 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα.
ηγγιζεν δε η εορτη των αζυμων η λεγομενη πασχα
2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.
και εζητουν οι αρχιερεισ και οι γραμματεισ το πωσ ανελωσιν αυτον εφοβουντο γαρ τον λαον
3 Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν ⸀καλούμενονἸσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα·
εισηλθεν δε σατανασ εισ ιουδαν τον επικαλουμενον ισκαριωτην οντα εκ του αριθμου των δωδεκα
4 καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς ⸂αὐτοῖς παραδῷ αὐτόν.
και απελθων συνελαλησεν τοισ αρχιερευσιν και στρατηγοισ το πωσ αυτον παραδω αυτοισ
5 καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι.
και εχαρησαν και συνεθεντο αυτω αργυριον δουναι
6 καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ⸂ἄτερ ὄχλου αὐτοῖς.
και εξωμολογησεν και εζητει ευκαιριαν του παραδουναι αυτον αυτοισ ατερ οχλου
7 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ⸀ᾗἔδει θύεσθαι τὸ πάσχα·
ηλθεν δε η ημερα των αζυμων εν η εδει θυεσθαι το πασχα
8 καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.
και απεστειλεν πετρον και ιωαννην ειπων πορευθεντεσ ετοιμασατε ημιν το πασχα ινα φαγωμεν
9 οἱ δὲ εἶπαν αὐτῷ· Ποῦ θέλεις ⸀ἑτοιμάσωμεν
οι δε ειπον αυτω που θελεισ ετοιμασομεν
10 ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν ⸂εἰς ἣν εἰσπορεύεται.
ο δε ειπεν αυτοισ ιδου εισελθοντων υμων εισ την πολιν συναντησει υμιν ανθρωποσ κεραμιον υδατοσ βασταζων ακολουθησατε αυτω εισ την οικιαν ου εισπορευεται
11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
και ερειτε τω οικοδεσποτη τησ οικιασ λεγει σοι ο διδασκαλοσ που εστιν το καταλυμα οπου το πασχα μετα των μαθητων μου φαγω
12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.
κακεινοσ υμιν δειξει ανωγεον μεγα εστρωμενον εκει ετοιμασατε
13 ἀπελθόντες δὲ εὗρον καθὼς ⸀εἰρήκειαὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
απελθοντεσ δε ευρον καθωσ ειρηκεν αυτοισ και ητοιμασαν το πασχα
14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ ⸀οἱἀπόστολοι σὺν αὐτῷ.
και οτε εγενετο η ωρα ανεπεσεν και οι δωδεκα αποστολοι συν αυτω
15 καὶ εἶπεν πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθʼ ὑμῶν πρὸ τοῦ με παθεῖν·
και ειπεν προσ αυτουσ επιθυμια επεθυμησα τουτο το πασχα φαγειν μεθ υμων προ του με παθειν
16 λέγω γὰρ ὑμῖν ⸀ὅτιοὐ μὴ φάγω ⸀αὐτὸἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
λεγω γαρ υμιν οτι ουκετι ου μη φαγω εξ αυτου εωσ οτου πληρωθη εν τη βασιλεια του θεου
17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· Λάβετε τοῦτο καὶ διαμερίσατε ⸂εἰς ἑαυτούς·
και δεξαμενοσ ποτηριον ευχαριστησασ ειπεν λαβετε τουτο και διαμερισατε εαυτοισ
18 λέγω γὰρ ὑμῖν, ⸀οὐμὴ πίω ἀπὸ τοῦ ⸂νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ⸀οὗἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ.
λεγω γαρ υμιν οτι ου μη πιω απο του γενηματοσ τησ αμπελου εωσ οτου η βασιλεια του θεου ελθη
19 καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστιν τὸ σῶμά μου ⸂[τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
και λαβων αρτον ευχαριστησασ εκλασεν και εδωκεν αυτοισ λεγων τουτο εστιν το σωμα μου το υπερ υμων διδομενον τουτο ποιειτε εισ την εμην αναμνησιν
20 ⸄καὶ τὸ ποτήριον ὡσαύτως⸅ μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον]⸃.
ωσαυτωσ και το ποτηριον μετα το δειπνησαι λεγων τουτο το ποτηριον η καινη διαθηκη εν τω αιματι μου το υπερ υμων εκχυνομενον
21 πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετʼ ἐμοῦ ἐπὶ τῆς τραπέζης·
πλην ιδου η χειρ του παραδιδοντοσ με μετ εμου επι τησ τραπεζησ
22 ⸂ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου ⸂κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ παραδίδοται.
και ο μεν υιοσ του ανθρωπου πορευεται κατα το ωρισμενον πλην ουαι τω ανθρωπω εκεινω δι ου παραδιδοται
23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
και αυτοι ηρξαντο συζητειν προσ εαυτουσ το τισ αρα ειη εξ αυτων ο τουτο μελλων πρασσειν
24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
εγενετο δε και φιλονεικια εν αυτοισ το τισ αυτων δοκει ειναι μειζων
25 ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.
ο δε ειπεν αυτοισ οι βασιλεισ των εθνων κυριευουσιν αυτων και οι εξουσιαζοντεσ αυτων ευεργεται καλουνται
26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλʼ ὁ μείζων ἐν ὑμῖν ⸀γινέσθωὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν·
υμεισ δε ουχ ουτωσ αλλ ο μειζων εν υμιν γενεσθω ωσ ο νεωτεροσ και ο ηγουμενοσ ωσ ο διακονων
27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ⸂ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.
τισ γαρ μειζων ο ανακειμενοσ η ο διακονων ουχι ο ανακειμενοσ εγω δε ειμι εν μεσω υμων ωσ ο διακονων
28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετʼ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·
υμεισ δε εστε οι διαμεμενηκοτεσ μετ εμου εν τοισ πειρασμοισ μου
29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν,
καγω διατιθεμαι υμιν καθωσ διεθετο μοι ο πατηρ μου βασιλειαν
30 ἵνα ⸀ἔσθητεκαὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ⸂ἐν τῇ βασιλείᾳ μου, καὶ ⸀καθήσεσθεἐπὶ θρόνων ⸂τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.
ινα εσθιητε και πινητε επι τησ τραπεζησ μου και καθισεσθε επι θρονων κρινοντεσ τασ δωδεκα φυλασ του ισραηλ
31 ⸀ΣίμωνΣίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·
ειπεν δε ο κυριοσ σιμων σιμων ιδου ο σατανασ εξητησατο υμασ του σινιασαι ωσ τον σιτον
32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας ⸀στήρισοντοὺς ἀδελφούς σου.
εγω δε εδεηθην περι σου ινα μη εκλιπη η πιστισ σου και συ ποτε επιστρεψασ στηριξον τουσ αδελφουσ σου
33 ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.
ο δε ειπεν αυτω κυριε μετα σου ετοιμοσ ειμι και εισ φυλακην και εισ θανατον πορευεσθαι
34 ὁ δὲ εἶπεν· Λέγω σοι, Πέτρε, οὐ ⸀φωνήσεισήμερον ἀλέκτωρ ⸀ἕωςτρίς ⸂με ἀπαρνήσῃ εἰδέναι.
ο δε ειπεν λεγω σοι πετρε ου μη φωνηση σημερον αλεκτωρ πριν η τρισ απαρνηση μη ειδεναι με
35 Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· Οὐθενός.
και ειπεν αυτοισ οτε απεστειλα υμασ ατερ βαλαντιου και πηρασ και υποδηματων μη τινοσ υστερησατε οι δε ειπον ουθενοσ
36 εἶπεν ⸀δὲαὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων ⸀πωλησάτωτὸ ἱμάτιον αὐτοῦ καὶ ⸀ἀγορασάτωμάχαιραν.
ειπεν ουν αυτοισ αλλα νυν ο εχων βαλαντιον αρατω ομοιωσ και πηραν και ο μη εχων πωλησει το ιματιον αυτου και αγορασει μαχαιραν
37 λέγω γὰρ ὑμῖν ⸀ὅτιτοῦτο τὸγεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ ⸀τὸ περὶ ἐμοῦ τέλος ἔχει.
λεγω γαρ υμιν οτι ετι τουτο το γεγραμμενον δει τελεσθηναι εν εμοι το και μετα ανομων ελογισθη και γαρ τα περι εμου τελοσ εχει
38 οἱ δὲ εἶπαν· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστιν.
οι δε ειπον κυριε ιδου μαχαιραι ωδε δυο ο δε ειπεν αυτοισ ικανον εστιν
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ ⸀μαθηταί
και εξελθων επορευθη κατα το εθοσ εισ το οροσ των ελαιων ηκολουθησαν δε αυτω και οι μαθηται αυτου
40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.
γενομενοσ δε επι του τοπου ειπεν αυτοισ προσευχεσθε μη εισελθειν εισ πειρασμον
41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπʼ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο
και αυτοσ απεσπασθη απ αυτων ωσει λιθου βολην και θεισ τα γονατα προσηυχετο
42 λέγων· Πάτερ, εἰ βούλει ⸀παρένεγκε⸂τοῦτο τὸ ποτήριον ἀπʼ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν ⸀γινέσθω
λεγων πατερ ει βουλει παρενεγκειν το ποτηριον τουτο απ εμου πλην μη το θελημα μου αλλα το σον γενεσθω
43 ⸂ὤφθη δὲ αὐτῷ ἄγγελος ⸀ἀπʼ οὐρανοῦ ἐνισχύων αὐτόν.
ωφθη δε αυτω αγγελοσ απ ουρανου ενισχυων αυτον
44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· ⸄καὶ ἐγένετο⸅ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.⸃
και γενομενοσ εν αγωνια εκτενεστερον προσηυχετο εγενετο δε ο ιδρωσ αυτου ωσει θρομβοι αιματοσ καταβαινοντεσ επι την γην
45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν ⸂κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης,
και αναστασ απο τησ προσευχησ ελθων προσ τουσ μαθητασ ευρεν αυτουσ κοιμωμενουσ απο τησ λυπησ
46 καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
και ειπεν αυτοισ τι καθευδετε ανασταντεσ προσευχεσθε ινα μη εισελθητε εισ πειρασμον
47 ⸀Ἔτιαὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
ετι δε αυτου λαλουντοσ ιδου οχλοσ και ο λεγομενοσ ιουδασ εισ των δωδεκα προηρχετο αυτουσ και ηγγισεν τω ιησου φιλησαι αυτον
48 ⸂Ἰησοῦς δὲ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
ο δε ιησουσ ειπεν αυτω ιουδα φιληματι τον υιον του ανθρωπου παραδιδωσ
49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον ⸀εἶπαν Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;
ιδοντεσ δε οι περι αυτον το εσομενον ειπον αυτω κυριε ει παταξομεν εν μαχαιρα
50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν ⸂τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν ⸂τὸ οὖς αὐτοῦ τὸ δεξιόν.
και επαταξεν εισ τισ εξ αυτων τον δουλον του αρχιερεωσ και αφειλεν αυτου το ουσ το δεξιον
51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ⸀ὠτίουἰάσατο αὐτόν.
αποκριθεισ δε ο ιησουσ ειπεν εατε εωσ τουτου και αψαμενοσ του ωτιου αυτου ιασατο αυτον
52 εἶπεν ⸀δὲἸησοῦς πρὸς τοὺς παραγενομένους ἐπʼ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ⸀ἐξήλθατεμετὰ μαχαιρῶν καὶ ξύλων;
ειπεν δε ο ιησουσ προσ τουσ παραγενομενουσ επ αυτον αρχιερεισ και στρατηγουσ του ιερου και πρεσβυτερουσ ωσ επι ληστην εξεληλυθατε μετα μαχαιρων και ξυλων
53 καθʼ ἡμέραν ὄντος μου μεθʼ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπʼ ἐμέ· ἀλλʼ αὕτη ⸂ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
καθ ημεραν οντοσ μου μεθ υμων εν τω ιερω ουκ εξετεινατε τασ χειρασ επ εμε αλλ αυτη υμων εστιν η ωρα και η εξουσια του σκοτουσ
54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ ⸀εἰσήγαγονεἰς ⸂τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
συλλαβοντεσ δε αυτον ηγαγον και εισηγαγον αυτον εισ τον οικον του αρχιερεωσ ο δε πετροσ ηκολουθει μακροθεν
55 ⸀περιαψάντωνδὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ ⸀συγκαθισάντωνἐκάθητο ὁ Πέτρος ⸀μέσοςαὐτῶν.
αψαντων δε πυρ εν μεσω τησ αυλησ και συγκαθισαντων αυτων εκαθητο ο πετροσ εν μεσω αυτων
56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· Καὶ οὗτος σὺν αὐτῷ ἦν·
ιδουσα δε αυτον παιδισκη τισ καθημενον προσ το φωσ και ατενισασα αυτω ειπεν και ουτοσ συν αυτω ην
57 ὁ δὲ ⸀ἠρνήσατολέγων· ⸂Οὐκ οἶδα αὐτόν, γύναι⸃.
ο δε ηρνησατο αυτον λεγων γυναι ουκ οιδα αυτον
58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ⸀ἔφη· Ἄνθρωπε, οὐκ εἰμί.
και μετα βραχυ ετεροσ ιδων αυτον εφη και συ εξ αυτων ει ο δε πετροσ ειπεν ανθρωπε ουκ ειμι
59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπʼ ἀληθείας καὶ οὗτος μετʼ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν·
και διαστασησ ωσει ωρασ μιασ αλλοσ τισ διισχυριζετο λεγων επ αληθειασ και ουτοσ μετ αυτου ην και γαρ γαλιλαιοσ εστιν
60 εἶπεν δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ.
ειπεν δε ο πετροσ ανθρωπε ουκ οιδα ο λεγεισ και παραχρημα ετι λαλουντοσ αυτου εφωνησεν αλεκτωρ
61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ⸀λόγουτοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι ⸀σήμερονἀπαρνήσῃ με τρίς.
και στραφεισ ο κυριοσ ενεβλεψεν τω πετρω και υπεμνησθη ο πετροσ του λογου του κυριου ωσ ειπεν αυτω οτι πριν αλεκτορα φωνησαι απαρνηση με τρισ
62 καὶ ἐξελθὼν ⸀ἔξωἔκλαυσεν πικρῶς.
και εξελθων εξω ο πετροσ εκλαυσεν πικρωσ
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες ⸀αὐτὸνἐνέπαιζον αὐτῷ δέροντες,
και οι ανδρεσ οι συνεχοντεσ τον ιησουν ενεπαιζον αυτω δεροντεσ
64 καὶ περικαλύψαντες ⸂αὐτὸν ἐπηρώτων λέγοντες· Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;
και περικαλυψαντεσ αυτον ετυπτον αυτου το προσωπον και επηρωτων αυτον λεγοντεσ προφητευσον τισ εστιν ο παισασ σε
65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
και ετερα πολλα βλασφημουντεσ ελεγον εισ αυτον
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς ⸀τεκαὶ γραμματεῖς, καὶ ⸀ἀπήγαγοναὐτὸν εἰς τὸ συνέδριον αὐτῶν,
και ωσ εγενετο ημερα συνηχθη το πρεσβυτεριον του λαου αρχιερεισ και γραμματεισ και ανηγαγον αυτον εισ το συνεδριον αυτων λεγοντεσ
67 λέγοντες· Εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε·
ει συ ει ο χριστοσ ειπε ημιν ειπεν δε αυτοισ εαν υμιν ειπω ου μη πιστευσητε
68 ἐὰν ⸀δὲἐρωτήσω, οὐ μὴ ⸀ἀποκριθῆτε
εαν δε και ερωτησω ου μη αποκριθητε μοι η απολυσητε
69 ἀπὸ τοῦ νῦν ⸀δὲἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ.
απο του νυν εσται ο υιοσ του ανθρωπου καθημενοσ εκ δεξιων τησ δυναμεωσ του θεου
70 εἶπαν δὲ πάντες· Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι.
ειπον δε παντεσ συ ουν ει ο υιοσ του θεου ο δε προσ αυτουσ εφη υμεισ λεγετε οτι εγω ειμι
71 οἱ δὲ εἶπαν· Τί ἔτι ⸂ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
οι δε ειπον τι ετι χρειαν εχομεν μαρτυριασ αυτοι γαρ ηκουσαμεν απο του στοματοσ αυτου