< Κατα Λουκαν 21 >
1 Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας ⸂εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους.
And looking up, He saw the rich casting their gifts into the treasury.
2 εἶδεν δέ ⸀τιναχήραν πενιχρὰν βάλλουσαν ἐκεῖ ⸂λεπτὰ δύο,
And He also saw a certain poor widow, casting in thither two mites.
3 καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ⸂ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν·
And He said; Truly I say unto you, That this poor widow cast in more than all.
4 ⸀πάντεςγὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ ⸀δῶρα αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ⸀πάντατὸν βίον ὃν εἶχεν ἔβαλεν.
For they all of that which abounds unto them cast into the gifts of God: but she out of her scarcity cast in all her living which she had.
5 Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν·
And certain ones speaking concerning the temple, that it was ornamented with beautiful stones and offerings, He said,
6 Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ ⸀λίθῳὃς οὐ καταλυθήσεται.
These things which you see, the days will come, in which stone will not be left upon stone, which shall not be thrown down.
7 Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
And they asked Him, saying, Teacher, when then shall these things be? and what shall be the sign when these things may be about to come to pass?
8 ὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου ⸀λέγοντες Ἐγώ εἰμι καί· Ὁ καιρὸς ἤγγικεν· ⸀μὴπορευθῆτε ὀπίσω αὐτῶν.
And He said, See that you are not deceived. For many will come in my name, saying, I am He; and The time is at hand: go ye not after them.
9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλʼ οὐκ εὐθέως τὸ τέλος.
And when ye may hear of wars and commotions, be not affrighted: for it behooveth these things first to take place; but the end is not immediately.
10 τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,
Then He said to them, Nation shall rise up against nation, and kingdom against kingdom:
11 σεισμοί τε μεγάλοι ⸂καὶ κατὰ τόπους ⸂λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ ⸂σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα ἔσται.
and there shall be great earthquakes, famines and pestilences in divers places; and there shall be great terrors and signs from heaven.
12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφʼ ὑμᾶς τὰςχεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς ⸀τὰς συναγωγὰς καὶ φυλακάς, ⸀ἀπαγομένουςἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
And before all of these things, they will lay their hands on you, and persecute you, delivering you into their synagogues and prisons, led before kings and governors on account of my name.
13 ⸀ἀποβήσεταιὑμῖν εἰς μαρτύριον.
And it shall come to pass to you for a testimony.
14 ⸀θέτεοὖν ⸂ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,
Place it in your hearts, not to premeditate your defense:
15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ⸂ἀντιστῆναι ἢ ἀντειπεῖν ⸀ἅπαντεςοἱ ἀντικείμενοι ὑμῖν.
for I will give to you mouth and wisdom, which all who are opposed to you will not be able to gainsay nor resist.
16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ⸂ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν,
And you shall be delivered up also by your parents, and brothers, and relatives, and friends; and they will kill some of you.
17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
And you shall be hated by all, on account of my name:
18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.
and not a hair from your head shall perish.
19 ἐν τῇ ὑπομονῇ ὑμῶν ⸀κτήσασθετὰς ψυχὰς ὑμῶν.
In your patience gain your souls.
20 Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ ⸀στρατοπέδωνἸερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
And when you may see Jerusalem shut up by the armies, then know that her desolation is nigh.
21 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,
Then let those in Judea fly to the mountains; and let those in the midst of it depart out; and let not those in the country come into it.
22 ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
Because these are the days of vengeance, to fill up all things which have been written.
23 ⸀οὐαὶταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ⸀ὀργὴτῷ λαῷ τούτῳ,
But alas to those in gestation and nursing in those days! For there shall be great distress upon the earth, and wrath to this people.
24 καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς ⸂τὰ ἔθνη πάντα, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι ⸀οὗ⸀πληρωθῶσινκαιροὶ ἐθνῶν.
And they shall fall by the edge of the sword, and be led captive into all nations: and Jerusalem shall be trodden down by the Gentiles, until the times of the Gentiles may be fulfilled.
25 Καὶ ⸀ἔσονταισημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ⸀ἤχουςθαλάσσης καὶ σάλου,
And there will be signs in the sun and in the moon and in the stars; and commotion of the nations of the earth in their perplexity, the sea and the wave roaring;
26 ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
the souls of men failing from fear, and expectation of those things coming upon the world: for the powers of the heavens will be shaken.
27 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
And then they will see the Son of man coming in a cloud with power and great glory.
28 ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
And these things beginning to take place, straighten up, and lift up your heads; because your redemption is nigh.
29 Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·
And He spoke a parable to them: Behold the fig-tree, and all the trees:
30 ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφʼ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν·
when they may already put forth, seeing, know for yourselves that summer is nigh.
31 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.
So you also, when you see these things take place, know that the kingdom of God is nigh.
32 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.
Truly I say unto you, that this race may not pass away, until all these things shall be fulfilled.
33 ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
But heaven and earth shall pass away, but my word can not pass away.
34 Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ⸂ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ⸂ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
But take heed to yourselves, lest your hearts may be burdened with luxury, and drunkenness, and worldly cares, and that day may come on you unanticipated.
35 ὡς παγίς· ⸂ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
For as a lasso it will come upon all the people who are sitting down upon the face of the whole earth.
36 ἀγρυπνεῖτε ⸀δὲἐν παντὶ καιρῷ δεόμενοι ἵνα ⸀κατισχύσητεἐκφυγεῖν ⸀ταῦταπάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Therefore watch, praying all the time, that you may be counted worthy to escape all these things which are about to come to pass, and to stand before the Son of man.
37 Ἦν δὲ τὰς ἡμέρας ⸂ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν·
And He was teaching in the temple during the days; and during the nights going out, He was lodging in the mountain called Mount of Olives.
38 καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.
And all the people gathered in the temple to hear Him.