< Κατα Λουκαν 11 >

1 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· Κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι, καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ.
And it came to pass, that He was in a certain place praying; when He ceased, one of His disciples said to Him, Lord, teach us to pray, as John also taught his disciples.
2 εἶπεν δὲ αὐτοῖς· Ὅταν προσεύχησθε, λέγετε· ⸀Πάτερ ἁγιασθήτω τὸ ὄνομά σου ἐλθέτω ἡ βασιλεία ⸀σου·
And He said to them, When you pray, say, Our Father, let thy name be hallowed: let thy kingdom come:
3 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθʼ ἡμέραν·
give unto us this day our daily bread:
4 καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς ⸀πειρασμόν
and forgive us our sins; for we also do forgive every one owing us: and lead us not into temptation.
5 Καὶ εἶπεν πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ· Φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,
And He said to them, Which one of you shall have a friend, and go to him at midnight, and say to him, Friend, lend me three loaves;
6 ἐπειδὴ φίλος ⸀μουπαρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ·
since my friend came to me from the road, and I have nothing which I may place before him.
7 κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· Μή μοι κόπους πάρεχε· ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετʼ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι.
And he responding from within, said, Do not give me trouble: the door has already been closed, and my children are in bed with me; I am not able rising to give unto thee.
8 λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι ⸂φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ⸀ὅσωνχρῄζει.
I say unto you, If indeed having risen he will not give unto him, because he is his friend, yet on account of his shamelessness, rising he will give him as much as he needs.
9 Κἀγὼ ὑμῖν λέγω, αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν·
And I say unto you, Ask, and it shall be given unto you; seek, and you shall find; knock, and it shall be opened unto you.
10 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.
For every one asking receives; and the one seeking finds; and to the one knocking it shall be opened.
11 τίνα δὲ ⸀ἐξὑμῶν τὸν πατέρα αἰτήσει ὁ ⸀υἱὸςἰχθύν, ⸀καὶἀντὶ ἰχθύος ὄφιν ⸂αὐτῷ ἐπιδώσει;
And which father of you shall if his son ask bread, will he give him a stone? or indeed a fish, will he instead of a fish give him a serpent?
12 ἢ καὶ ⸀αἰτήσειᾠόν, ⸀ἐπιδώσειαὐτῷ σκορπίον;
Or indeed shall he ask an egg, will he give him a scorpion?
13 εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.
If then you, being evil, know how to give good gifts to your children, then how much more will your Father who is from heaven give the Holy Spirit to them that ask Him?
14 Καὶ ἦν ἐκβάλλων ⸀δαιμόνιονκωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι·
And He was casting out a demon, and he was dumb: and it came to pass, the demon having gone out, the dumb spoke; and the multitudes were astonished.
15 τινὲς δὲ ἐξ αὐτῶν εἶπον· Ἐν Βεελζεβοὺλ ⸀τῷἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια·
And certain ones of them said, He casts out the demon through Beelzebul, the prince of the demons.
16 ἕτεροι δὲ πειράζοντες σημεῖον ⸂ἐξ οὐρανοῦ ἐζήτουν παρʼ αὐτοῦ.
And others tempting, continued to seek with Him a sign from heaven.
17 αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία ἐφʼ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει.
And He, knowing their thoughts, said to them, Every kingdom divided against itself, comes to desolation, and house falls upon house.
18 εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφʼ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια.
And if Satan were indeed divided against himself, how will his kingdom stand? Because you say I am casting out demons through Beelzebul.
19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο ⸂αὐτοὶ ὑμῶν κριταὶ ἔσονται.
But if I through Beelzebul cast out the demons, through whom do your sons cast them out? Therefore they shall be your judges:
20 εἰ δὲ ἐν δακτύλῳ ⸀θεοῦἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
but if I through the finger of God cast out the demons, then the kingdom of God has come nigh unto you.
21 ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ·
When the strong man armed may keep his palace, his goods are in peace:
22 ἐπὰν ⸀δὲἰσχυρότερος ⸀αὐτοῦἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφʼ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.
but when one stronger than he, having come, may conquer him, he takes away his panoply in which he trusted, and divides his spoils.
23 ὁ μὴ ὢν μετʼ ἐμοῦ κατʼ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετʼ ἐμοῦ σκορπίζει.
The one not being with me is against me; and the one not gathering with me scatters abroad.
24 Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διʼ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ ⸀εὑρίσκονλέγει· Ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον·
When the unclean spirit may go out from the man, he goes through dry places; seeking rest, and finding none, he says, I will return into my own house, whence I came out.
25 καὶ ἐλθὸν ⸀εὑρίσκεισεσαρωμένον καὶ κεκοσμημένον.
And having come he finds it swept and beautified.
26 τότε πορεύεται καὶ παραλαμβάνει ⸂ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά, καὶ ⸀εἰσελθόντακατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.
Then he goes, and takes seven other spirits more wicked than himself; and having come in he dwells there: and the last state of that man is worse than the first.
27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις ⸂φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας·
And it came to pass, while He is speaking these words, a certain woman lifting up her voice from the crowd, said to Him, Blessed is the womb having borne thee, and the breasts which thou didst suck.
28 αὐτὸς δὲ εἶπεν· ⸀Μενοῦνμακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ ⸀φυλάσσοντες
And He said, Truly blessed are those hearing the word of God, and keeping it.
29 Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν· Ἡ γενεὰαὕτη ⸀γενεὰ πονηρά ἐστιν· σημεῖον ⸀ζητεῖ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ⸀Ἰωνᾶ
And the multitudes being assembled, He began to say, This is a wicked generation: it seeks after a sign, and no sign shall be given to it except the sign of the prophet Jonah.
30 καθὼς γὰρ ἐγένετο ⸀Ἰωνᾶς⸂τοῖς Νινευίταις σημεῖον, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ.
For as Jonah was a sign to the Ninevites, so shall the Son of man also be a sign to this generation.
31 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
The queen of the south will rise in judgment with this generation, and condemn them; because she came from the uttermost parts of the earth, to hear the wisdom of Solomon; and behold, a greater than Solomon is here.
32 ἄνδρες ⸀Νινευῖταιἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
The men of Nineveh will rise in judgment with this generation, and condemn it: because they repented at the preaching of Jonah; and behold a greater than Jonah is here.
33 ⸀Οὐδεὶςλύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλʼ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ ⸀φέγγοςβλέπωσιν.
No one, having lighted a lamp, putteth it in a cellar, nor under a bushel, but on a candlestick, in order that those coming in may see the light.
34 ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός ⸀σου ⸀ὅτανὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.
The light of the body is the eye: therefore when thine eye may be clear, truly thy whole body is lighted; but when it may be had, truly thy body is dark.
35 σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.
See then that the light which is in thee is not darkness.
36 εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον ⸂μέρος τι σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
If then thy whole body is lighted, having no part dark, all will be lighted, as when a lamp may light thee with its brightness.
37 Ἐν δὲ τῷ λαλῆσαι ⸀ἐρωτᾷαὐτὸν ⸀Φαρισαῖοςὅπως ἀριστήσῃ παρʼ αὐτῷ· εἰσελθὼν δὲ ἀνέπεσεν.
And while He was speaking, a Pharisee asked Him, that He would dine with him: and having come in, He sat up at the table.
38 ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.
And the Pharisee seeing, was astonished because He was not first baptized before dinner.
39 εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.
And the Lord said to him, Now you Pharisees purify the outside of the cup and the plate, but the interior is full of extortion and wickedness.
40 ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν;
Ye fools, did not the One having made the outside also make the inside?
41 πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν.
Therefore give alms of your substance; and behold all things are pure unto you.
42 Ἀλλὰ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα ⸀δὲἔδει ποιῆσαι κἀκεῖνα μὴ ⸀παρεῖναι
But woe unto you, Pharisees! because you tithe mint and rue and every herb, and you pass by judgment and the love of God: it behooveth to do these things, and not to omit those.
43 οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.
Woe unto you, Pharisees! because you love the front seat in the synagogues, and salutations in the forums.
44 οὐαὶ ⸀ὑμῖν ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱἄνθρωποι ⸀οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.
Woe unto you! because you are like tombs unseen, and men walking over them do not know it.
45 Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ· Διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.
And a certain one of the theologians responding says to Him, Teacher, speaking these things yon indeed insult us.
46 ὁ δὲ εἶπεν· Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.
And He said, Woe unto you, theologians! because you lay burdens on the people difficult to be borne, and you yourselves do not touch the burdens with one of your fingers.
47 οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.
Woe unto you! because you build the sepulchers of the prophets, and your fathers killed them.
48 ἄρα ⸂μάρτυρές ἐστε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς ὑμεῖς δὲ ⸀οἰκοδομεῖτε
Therefore you are witnesses and you consent unto the works of your fathers: because they slew them, and you build.
49 διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν· Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ ⸀διώξουσιν
Therefore the wisdom of God said, I will send unto them prophets and apostles; and some of them they will slay and persecute.
50 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκκεχυμένον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,
In order that the blood of all the prophets poured out from the foundation of the world, may be required from this generation;
51 ⸀ἀπὸαἵματος Ἅβελ ⸀ἕωςαἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.
from the blood of Abel unto the blood of Zachariah, who perished between the altar and the house; yea, I say unto you, it shall be required of this generation.
52 οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.
Woe unto you, theologians! because you have taken away the key of knowledge: you did not come in, and you prohibited those who were coming in.
53 ⸂Κἀκεῖθεν ἐξελθόντος αὐτοῦ ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων,
And He having come out from thence, the scribes and Pharisees began vehemently to press on Him, and mouth after Him concerning many things;
54 ἐνεδρεύοντες ⸀αὐτὸνθηρεῦσαί τι ἐκ τοῦ στόματος ⸀αὐτοῦ
laying in wait, to catch something from His mouth.

< Κατα Λουκαν 11 >