< Κατα Ιωαννην 1 >

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.
U početku bijaše Riječ i Riječ bijaše u Boga i Riječ bijaše Bog.
2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.
Ona bijaše u početku u Boga.
3 πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν
Sve postade po njoj i bez nje ne postade ništa. Svemu što postade
4 ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων·
u njoj bijaše život i život bijaše ljudima svjetlo;
5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
i svjetlo u tami svijetli i tama ga ne obuze.
6 Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης·
Bi čovjek poslan od Boga, ime mu Ivan.
7 οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν διʼ αὐτοῦ.
On dođe kao svjedok da posvjedoči za Svjetlo da svi vjeruju po njemu.
8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλʼ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
Ne bijaše on Svjetlo, nego - da posvjedoči za Svjetlo.
9 ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
Svjetlo istinsko koje prosvjetljuje svakog čovjeka dođe na svijet;
10 Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος διʼ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
bijaše na svijetu i svijet po njemu posta i svijet ga ne upozna.
11 εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
K svojima dođe i njegovi ga ne primiše.
12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
A onima koji ga primiše podade moć da postanu djeca Božja: onima koji vjeruju u njegovo ime,
13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλʼ ἐκ θεοῦ ἐγεννήθησαν.
koji su rođeni ne od krvi, ni od volje tjelesne, ni od volje muževlje, nego - od Boga.
14 Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας·
I Riječ tijelom postade i nastani se među nama i vidjesmo slavu njegovu - slavu koju ima kao Jedinorođenac od Oca - pun milosti i istine.
15 (Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ⸂ὃν εἶπον· Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν·)
Ivan svjedoči za njega. Viče: “To je onaj o kojem rekoh: koji za mnom dolazi, preda mnom je jer bijaše prije mene!”
16 ⸀ὅτιἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος·
Doista, od punine njegove svi mi primismo, i to milost na milost.
17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
Uistinu, Zakon bijaše dan po Mojsiju, a milost i istina nasta po Isusu Kristu.
18 θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ⸂μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.
Boga nitko nikada ne vidje: Jedinorođenac - Bog - koji je u krilu Očevu, on ga obznani.
19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε ⸀ἀπέστειλανοἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ;
A evo svjedočanstva Ivanova. Kad su Židovi iz Jeruzalema poslali k njemu svećenike i levite da ga upitaju: “Tko si ti?”,
20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι ⸂Ἐγὼ οὐκ εἰμὶ ὁ χριστός.
on prizna; ne zanijeka, nego prizna: “Ja nisam Krist.”
21 καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; ⸂σὺ Ἠλίας εἶ; καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· Οὔ.
Upitaše ga nato: “Što dakle? Jesi li Ilija?” Odgovori: “Nisam.” “Jesi li Prorok?” Odgovori: “Ne.”
22 εἶπαν οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;
Tada mu rekoše: “Pa tko si da dadnemo odgovor onima koji su nas poslali? Što kažeš sam o sebi?”
23 ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.
On odgovori: “Ja sam glas koji viče u pustinji: Poravnite put Gospodnji! - kako reče prorok Izaija.”
24 ⸀Καὶἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.
A neki izaslanici bijahu farizeji.
25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς ⸂οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;
Oni prihvatiše riječ i upitaše ga: “Zašto onda krstiš kad nisi Krist, ni Ilija, ni Prorok?”
26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· ⸀μέσοςὑμῶν ⸀ἕστηκενὃν ὑμεῖς οὐκ οἴδατε,
Ivan im odgovori: “Ja krstim vodom. Među vama stoji koga vi ne poznate -
27 ⸀ὁὀπίσω μου ⸀ἐρχόμενος οὗ ⸂οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
onaj koji za mnom dolazi, komu ja nisam dostojan odriješiti remenje na obući.”
28 ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ⸀ὁἸωάννης βαπτίζων.
To se dogodilo u Betaniji s onu stranu Jordana, gdje je Ivan krstio.
29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Sutradan Ivan ugleda Isusa gdje dolazi k njemu pa reče: “Evo Jaganjca Božjega koji odnosi grijeh svijeta!”
30 οὗτός ἐστιν ⸀ὑπὲροὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν·
To je onaj o kojem rekoh: Za mnom dolazi čovjek koji je preda mnom jer bijaše prije mene!”
31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλʼ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ⸀ἐνὕδατι βαπτίζων.
“Ja ga nisam poznavao, ali baš zato dođoh i krstim vodom da se on očituje Izraelu.”
32 καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ⸀ὡςπεριστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπʼ αὐτόν·
I posvjedoči Ivan: “Promatrao sam Duha gdje s neba silazi kao golub i ostaje na njemu.
33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλʼ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφʼ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπʼ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ·
Njega ja nisam poznavao, ali onaj koji me posla vodom krstiti reče mi: 'Na koga vidiš da Duh silazi i ostaje na njemu, to je onaj koji krsti Duhom Svetim.'
34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ ⸀ἐκλεκτὸςτοῦ θεοῦ.
I ja sam to vidio i svjedočim: on je Sin Božji.”
35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ⸀ὁἸωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο,
Sutradan opet stajaše Ivan s dvojicom svojih učenika.
36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.
Ugleda Isusa koji je onuda prolazio i reče: “Evo Jaganjca Božjega!”
37 καὶ ἤκουσαν ⸂οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
Te njegove riječi čula ona dva njegova učenika pa pođoše za Isusom.
38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· Ῥαββί (ὃ λέγεται ⸀μεθερμηνευόμενονΔιδάσκαλε), ποῦ μένεις;
Isus se obazre i vidjevši da idu za njim, upita ih: “Što tražite?” Oni mu rekoše: “Rabbi” - što znači: “Učitelju - gdje stanuješ?”
39 λέγει αὐτοῖς· Ἔρχεσθε καὶ ⸂ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρʼ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
Reče im: “Dođite i vidjet ćete.” Pođoše dakle i vidješe gdje stanuje i ostadoše kod njega onaj dan. Bila je otprilike deseta ura.
40 ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ·
Jedan od one dvojice, koji su čuvši Ivana pošli za Isusom, bijaše Andrija, brat Šimuna Petra.
41 εὑρίσκει οὗτος ⸀πρῶτοντὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον χριστός).
On najprije nađe svoga brata Šimuna te će mu: “Našli smo Mesiju!” - što znači “Krist - Pomazanik”.
42 ⸀ἤγαγεναὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων ὁ υἱὸς ⸀Ἰωάννου σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος).
Dovede ga Isusu, a Isus ga pogleda i reče: “Ti si Šimun, sin Ivanov! Zvat ćeš se Kefa!” - što znači “Petar - Stijena”.
43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀκολούθει μοι.
Sutradan naumi Isus poći u Galileju. Nađe Filipa i reče mu: “Pođi za mnom!”
44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
Filip je bio iz Betsaide, iz grada Andrijina i Petrova.
45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, ⸀Ἰησοῦνυἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
Filip nađe Natanaela i javi mu: “Našli smo onoga o kome je pisao Mojsije u Zakonu i Proroci: Isusa, sina Josipova, iz Nazareta.”
46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ⸀ὁΦίλιππος· Ἔρχου καὶ ἴδε.
Reče mu Natanael: “Iz Nazareta da može biti što dobro?” Kaže mu Filip: “Dođi i vidi.”
47 εἶδεν ⸀ὁἸησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.
Kad Isus ugleda gdje Natanael dolazi k njemu, reče za njega: “Evo istinitog Izraelca u kojem nema prijevare!”
48 λέγει αὐτῷ Ναθαναήλ· Πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
Kaže mu Natanael: “Odakle me poznaješ?” Odgovori mu Isus: “Vidjeh te prije negoli te Filip pozva, dok si bio pod smokvom.”
49 ἀπεκρίθη ⸂αὐτῷ Ναθαναήλ· Ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ ⸂βασιλεὺς εἶ τοῦ Ἰσραήλ.
Nato će mu Natanael: “Učitelju, ti si Sin Božji! Ti kralj si Izraelov!”
50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ὅτι εἶπόν σοι ⸀ὅτιεἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ⸀ὄψῃ
Odgovori mu Isus: “Stoga što ti rekoh: 'Vidjeh te pod smokvom', vjeruješ. I više ćeš od toga vidjeti!”
51 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω ⸀ὑμῖν ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
I nadoda: “Zaista, zaista, kažem vam: gledat ćete otvoreno nebo i anđele Božje gdje uzlaze i silaze nad Sina Čovječjega.”

< Κατα Ιωαννην 1 >