< Κατα Ιωαννην 8 >
1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.
but Jesus went to the Mount of Olives.
2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς ὁ λαὸς ἤρχετο· καὶ καθίσας ἐδίδασκεν αὐτούς.
Early in the morning he returned to the Temple where many people gathered around him and he sat down and taught them.
3 ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ καταλήφθεισαν· καὶ στήσαντες αὐτὴν ἐν μέσῳ,
The religious teachers and the Pharisees brought in a woman caught committing adultery and made her stand before everyone.
4 λέγουσιν αὐτῷ, πειράζοντες· Διδάσκαλε, αὕτη ἡ γυνὴ κατελήφθη ἐπʼ αὐτοφόρῳ μοιχευομένη.
They said to Jesus, “Teacher, this woman was caught in the act of adultery.
5 ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις;
Now in the Law Moses commanded us to stone such women. What do you say?”
6 τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ. ὁ δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν, μὴ προσποιούμενος.
They said this to try and trap Jesus so they could condemn him. But Jesus bent down and wrote on the ground with his finger.
7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνακύψας εἶπεν πρὸς αὐτούς· Ὁ ἀναμάρτητος ὑμῶν, πρῶτον ἐπʼ αὐτὴν τὸν λίθον βαλέτω.
They kept on demanding an answer, so he stood up and told them, “Whichever one of you has never sinned may throw the first stone at her.”
8 καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν.
Then he bent down again and went on writing on the ground.
9 οἱ δέ, ἀκούσαντες, καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθʼ εἷς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων· καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς, καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα.
When they heard this they began to leave, one by one, starting with the oldest until Jesus was left in the middle of the crowd with the woman still standing there.
10 ἀνακύψας δὲ ὁ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικός, εἶπεν αὐτῇ· Ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; Οὐδείς σε κατέκρινεν;
Jesus straightened up and asked her, “Where are they? Didn't anybody stay to condemn you?”
11 ἡ δὲ εἶπεν· Οὐδείς, κύριε. εἶπεν δὲ ὁ Ἰησοῦς· Οὐδὲ ἐγώ σε κρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.⟧
“No one did, sir,” she replied. “I don't condemn you either,” Jesus told her. “Go, and don't sin anymore.”
12 Πάλιν οὖν αὐτοῖς ⸂ἐλάλησεν ὁ Ἰησοῦς λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ⸀ἐμοὶοὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλʼ ἕξει τὸ φῶς τῆς ζωῆς.
Jesus spoke again to the people, telling them, “I am the light of the world. If you follow me you won't walk in darkness for you will have the life-giving light.”
13 εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.
The Pharisees replied, “You can't be your own witness! What you say doesn't prove anything!”
14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ⸀ἢποῦ ὑπάγω.
“Even if I am my own witness, my testimony is true,” Jesus told them, “for I know where I came from and where I'm going. But you don't know where I came from or where I'm going.
15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.
You judge in a typically human way, but I don't judge anyone.
16 καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ⸀ἀληθινήἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλʼ ἐγὼ καὶ ὁ πέμψας με πατήρ.
Even if I did judge, my judgment would be right because I am not doing this alone. The Father who sent me is with me.
17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.
Your own law states that the testimony of two witnesses is valid.
18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ.
I am my own witness, and my other witness is my Father who sent me.”
19 ἔλεγον οὖν αὐτῷ· Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ⸂ἂν ᾔδειτε.
“Where is your father?” they asked him. “You don't know me or my Father,” Jesus replied. “If you knew me then you would know my Father as well.”
20 ταῦτα τὰ ῥήματα ⸀ἐλάλησενἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
Jesus explained this while he was teaching near the Temple treasury. Yet no one arrested him because his time had not yet come.
21 Εἶπεν οὖν πάλιν ⸀αὐτοῖς Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
Jesus told them again, “I'm leaving, and you'll search for me, but you'll die in your sin. You can't come where I'm going.”
22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
The Jews wondered out loud, “Is he going to kill himself? Is that what he means when he says ‘You can't come where I'm going’?”
23 καὶ ⸀ἔλεγεναὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ ⸂τούτου τοῦ κόσμου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.
Jesus told them, “You are from below; I am from above. You are of this world; I am not of this world.
24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
That is why I told you that you'll die in your sins. For if you don't trust in me, the ‘I am,’ you'll die in your sins.”
25 ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; ⸀εἶπεναὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν ⸂ὅ τι καὶ λαλῶ ὑμῖν;
Then they asked him, “Who are you?” “Exactly who I told you I was from the beginning,” Jesus replied.
26 πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλʼ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρʼ αὐτοῦ ταῦτα ⸀λαλῶεἰς τὸν κόσμον.
“There's much I could say about you, and much I could condemn. But the one who sent me tells the truth, and what I'm saying to you here in this world is what I heard from him.”
27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.
They didn't understand that he was talking to them about the Father. So Jesus explained to them:
28 εἶπεν ⸀οὖνὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπʼ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ ⸀πατὴρταῦτα λαλῶ.
“When you have lifted up the Son of man then you'll know that I am the ‘I am,’ and that I do nothing of myself, but only say what the Father taught me.
29 καὶ ὁ πέμψας με μετʼ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με ⸀μόνον ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.
The one who sent me is with me; he has not abandoned me, for I always do what pleases him.”
30 ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
Many who heard Jesus say these things put their trust in him.
31 Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε,
Then Jesus said to those Jews who trusted in him, “If you follow my teaching then you really are my disciples.
32 καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.
You will know the truth, and the truth will set you free.”
33 ἀπεκρίθησαν ⸂πρὸς αὐτόν· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;
“We're descendants of Abraham! We've never been slaves to anyone,” they answered. “How can you say that we'll be set free?”
34 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας·
Jesus replied, “I tell you the truth, everyone who sins is a slave of sin.
35 ὁδὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ⸀ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. (aiōn )
A slave doesn't have a permanent place in the family, but the son is part of the family forever. (aiōn )
36 ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.
If the Son sets you free, then you're truly free.
37 οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.
I know you're Abraham's descendants, yet you're trying to kill me because you refuse to accept my words.
38 ⸂ἃ ἐγὼ ἑώρακα παρὰ τῷ ⸀πατρὶλαλῶ· καὶ ὑμεῖς οὖν ⸂ἃ ἠκούσατε παρὰ ⸂τοῦ πατρὸς ποιεῖτε.
I'm telling you what the Father has revealed to me, while you do what your father told you.”
39 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ⸀ἐστε τὰ ἔργα τοῦ Ἀβραὰμ ⸀ἐποιεῖτε
“Abraham is our father,” they answered. “If you really were children of Abraham, you'd do what Abraham did,” Jesus told them.
40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.
“But you are trying to kill me now, because I told you the truth that I heard from God. Abraham would never have done that.
41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. ⸀εἶπαναὐτῷ· Ἡμεῖς ἐκ πορνείας ⸂οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν θεόν.
You're doing what your father does.” “Well we are not illegitimate,” they responded. “God alone is our father!”
42 ⸀εἶπεναὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπʼ ἐμαυτοῦ ἐλήλυθα, ἀλλʼ ἐκεῖνός με ἀπέστειλεν.
Jesus replied, “If God really was your father, you would love me. I came from God and now I am here. The decision to come wasn't mine, but the one who sent me.
43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.
Why can't you understand what I'm saying? It's because you refuse to hear my message!
44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ ⸂οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.
Your father is the Devil, and you love to follow your father's evil desires. He was a murderer from the beginning. He never stood for the truth, because there is no truth in him. When he lies he reveals his true character, for he's a liar and the father of lies.
45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.
So because I tell you the truth, you don't believe me!
46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; ⸀εἰἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;
Can any one of you prove that I'm guilty of sin? If I'm telling you the truth, why don't you believe me?
47 ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.
Anyone who belongs to God listens to what God says. The reason you don't listen is because you don't belong to God.”
48 ⸀Ἀπεκρίθησανοἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;
“Aren't we right to call you a Samaritan who is demon-possessed?” said the Jews.
49 ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.
“No, I don't have a demon,” Jesus replied. “I honor my Father, but you dishonor me.
50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.
I'm not here looking to glorify myself. But there is one who does this for me and who judges in my favor.
51 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ⸂ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. (aiōn )
I tell you the truth, anyone who follows my teaching will never die.” (aiōn )
52 ⸀εἶποναὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα· (aiōn )
“Now we know you're demon-possessed,” said the Jews. “Abraham died, and the prophets did too, and you're telling us ‘anyone who follows my teaching will never die’! (aiōn )
53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα ⸀σεαυτὸνποιεῖς;
Are you greater than our father Abraham? He died, and the prophets died. Who do you think you are?”
54 ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ ⸀δοξάσωἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ⸀ἡμῶνἐστιν,
Jesus answered, “If I glorify myself, my glory means nothing. But it is God himself who glorifies me, the one you claim, ‘He is our God.’
55 καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν· κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ⸀ὑμῖνψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
You don't know him, but I know him. If I were to say, ‘I don't know him,’ I'd be a liar, just like you. But I do know him, and I do what he says.
56 Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη.
Your father Abraham was delighted as he looked forward to see my coming, and was so happy when he saw it.”
57 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας;
The Jews replied, “You're not even fifty years old, and you've seen Abraham?”
58 εἶπεν ⸀αὐτοῖςἸησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί.
“I tell you the truth, before Abraham was born, I am,” said Jesus.
59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπʼ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ⸀ἱεροῦ
At this they picked up stones to stone him, but Jesus was hidden from them and he left the Temple.