< Κατα Ιωαννην 5 >

1 Μετὰ ταῦτα ⸀ἦνἑορτὴ τῶν Ἰουδαίων, καὶ ⸀ἀνέβηἸησοῦς εἰς Ἱεροσόλυμα.
After this was the feast of the Jews; and Jesus went up to Jerusalem.
2 ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ ⸀Βηθεσδά πέντε στοὰς ἔχουσα·
Now there is in Jerusalem, near the sheep-gate, a pool, called, in the Hebrew tongue, Bethesda, with five porches.
3 ἐν ταύταις κατέκειτο ⸀πλῆθοςτῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ⸀ξηρῶν
In these lay a great multitude of sick persons, blind, lame, withered, who waited for the moving of the water.
4
For an angel went down at a certain season into the pool, and stirred the water. Then he who entered first after the motion of the water, was cured of whatever disease he had.
5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ ⸀τριάκονταὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ ⸀αὐτοῦ
And a certain man was there, who had been sick thirty-eight years.
6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι;
When Jesus saw him lying, and knew that he had been already a long time in that condition, he said to him: Do you wish to be restored to health?
7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
The sick man answered him: Sir, I have no man to put me into the pool when the water is stirred; but while I am coming, another goes down before me.
8 λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸀Ἔγειρεἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
Jesus said to him: Arise, take up your bed and walk.
9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
And the man was immediately restored to health; and he took up his bed and walked. And that day was the sabbath.
10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν, ⸀καὶοὐκ ἔξεστίν σοι ἆραι τὸν ⸀κράβαττον
The Jews, therefore, said to him that was cured: It is the sabbath; it is not lawful for you to carry your bed.
11 ⸂ὃς δὲ ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
He answered them: He that restored me to health said to me, Take up your bed and walk.
12 ἠρώτησαν ⸀οὖναὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι· ⸀Ἆρονκαὶ περιπάτει;
Then they asked him: Who is he that said to you, Take up your bed and walk?
13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.
But he that had been restored to health knew not who he was; for Jesus had withdrawn himself, because a multitude was in the place.
14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν ⸂σοί τι γένηται.
After this Jesus found him in the temple, and said to him: Behold, you have been restored to health; sin no more, lest some worse thing befall you.
15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ⸀ἀνήγγειλεντοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
The man departed, and told the Jews that it was Jesus that had restored him to health.
16 καὶ διὰ τοῦτο ἐδίωκον ⸂οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ.
And for this reason did the Jews persecute Jesus, and seek to kill him, because he had done these things on the sabbath.
17 ὁ ⸀δὲἀπεκρίνατο αὐτοῖς· Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι.
But Jesus answered them: My Father works till now, and I also work.
18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγε τὸν θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.
For this reason, therefore, the Jews sought the more to kill him, because he had not only broken the sabbath, but also said that God was his own father, making himself equal with God.
19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ ⸀ἔλεγεναὐτοῖς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφʼ ἑαυτοῦ οὐδὲν ⸀ἐὰνμή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.
Then Jesus answered and said to them: Verily, verily I say to you, The Son can do nothing of himself, but what he sees the Father do; for whatever things he does, these also the Son does in like manner.
20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.
For the Father loves the Son, and shows him all things that he himself does; and he will show him greater works than these, that you may be astonished.
21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ.
For as the Father raises the dead, and makes them alive, so also the Son makes alive whom he will.
22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ,
For the Father judges no one, but has given all judicial authority to the Son;
23 ἵνα πάντες τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν.
that all may honor the Son, as they honor the Father. He that honors not the Son, honors not the Father who sent him.
24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. (aiōnios g166)
Verily, verily I say to you, He that hears my word, and believes on him that sent me, has eternal life, and comes not into condemnation, but has passed from death into life. (aiōnios g166)
25 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ ⸀ἀκούσουσιντῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες ⸀ζήσουσιν
Verily, verily I say to you, The hour is coming, and now is, when the dead shall hear the voice of the Son of God, and those who hear, shall live.
26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ⸂καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ·
For as the Father has life in himself, so has he given to the Son also to have life in himself;
27 καὶ ἐξουσίαν ἔδωκεν ⸀αὐτῷκρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.
and he has given him authority to execute judgment also, because he is the Son of man.
28 μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ⸀ἀκούσουσιντῆς φωνῆς αὐτοῦ
Be not astonished at this; for the hour is coming in which all that are in the graves shall hear his voice,
29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ ⸀δὲτὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
and shall come forth; those who have done good, to the resurrection of life, and those who have done evil, to the resurrection of condemnation.
30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπʼ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός ⸀με
I can of myself do nothing. As I hear, I judge; and my judgment is just, because I seek not my own will, but the will of him that sent me.
31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής·
If I testify concerning myself, my testimony is not worthy of credit.
32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ.
There is another that testifies concerning me, and I know that the testimony which he testifies concerning me is worthy of credit.
33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ·
You sent to John, and he bore testimony to the truth.
34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε.
But I receive not testimony from man; yet I say these things that you may be saved.
35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ·
He was the burning and shining lamp; and you were willing, for a time, to rejoice in his light.
36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν ⸀μείζωτοῦ Ἰωάννου, τὰ γὰρ ἔργα ἃ ⸀δέδωκένμοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ⸀ἃποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν,
But I have testimony greater than that of John; for the works which the Father has given me to finish, these very works which I do, testify concerning me, that the Father has sent me.
37 καὶ ὁ πέμψας με πατὴρ ⸀ἐκεῖνοςμεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ ⸂πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε,
And the Father, who sent me, has testified concerning me. You have, neither heard his voice at any time, nor seen his shape.
38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ⸂ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε.
And his word you have not remaining in you; for whom he has sent, him you believe not.
39 Ἐραυνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· (aiōnios g166)
You search the scriptures, because in them you think you have eternal life; and these are they which testify concerning me: (aiōnios g166)
40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.
and yet you refuse to come to me, that you may have life.
41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω,
I receive not honor from men.
42 ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.
But I know you, that you have not the love of God in you.
43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε.
I have come in my Father’s name, and you receive me not; if another should come in his own name, him you would receive.
44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρʼ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε;
How can you believe who receive honor one from another, and seek not the honor that comes from God alone?
45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.
Think not that I will accuse you to the Father: there is one that accuses you, Moses, in whom you trust.
46 εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.
For if you had believed Moses, you would have believed me; for he wrote of me.
47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;
But if you believe not his writings, how shall you believe my words?

< Κατα Ιωαννην 5 >