< Κατα Ιωαννην 21 >
1 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ⸀ὁἸησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως.
After these things, Jesus again manifested Himself to His disciples, at the Sea of Tiberias; and He thus manifested Himself.
2 ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
Simon Peter, and Thomas called Didymus, and Nathanael the one from Cana of Galilee, and the sons of Zebedee, and two others of His disciples, were together.
3 λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν· λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ ⸀πλοῖον καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
Simon Peter says to them, I go to fish. They say to Him, We also go along with you. They went out, and entered into a ship, and that night caught nothing.
4 Πρωΐας δὲ ἤδη ⸀γενομένης⸀ἔστηἸησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν.
And it being now morning, Jesus stood on the shore: the disciples did not know that He is Jesus.
5 λέγει οὖν αὐτοῖς ⸀ὁἸησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ.
Then Jesus says to them; Little children, whether have you any meat? They respond to Him, No.
6 ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ⸀ἴσχυονἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
He says to them, Cast the net to the right side of the ship, and you will find: then they cast it, and were not able to draw it on account of the multitude of the fishes.
7 λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν·
Then that disciple whom Jesus loved said to Peter, He is the Lord. Then Simon Peter hearing that He is the Lord, girded on his fishing-cloak (for he was unclothed), and cast Himself into the sea:
8 οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
and the other disciples came in the ship (for they were not far from the land, but about two hundred cubits), drawing the net of the fishes.
9 Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον.
Then when they came to the land, they see fire lying, and fish and bread lying on it.
10 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.
Jesus said to them, Take from the fishes which you now caught.
11 ἀνέβη ⸀οὖνΣίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον ⸂εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον.
And Simon Peter came up, and drew the net to the land, full of a hundred and fifty-three large fishes: and there being so many yet the net was not broken.
12 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. οὐδεὶς ⸀δὲἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν.
Jesus says to them, Come, take breakfast. But no one of the disciples dared to ask Him, Who art thou? knowing that He is the Lord.
13 ⸀ἔρχεται⸀ὁἸησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
Jesus comes, and takes bread, and gives it to them, and fish likewise.
14 τοῦτο ἤδη τρίτον ἐφανερώθη ⸀ὁἸησοῦς τοῖς ⸀μαθηταῖςἐγερθεὶς ἐκ νεκρῶν.
And this third time Jesus was already manifested to His disciples, having risen from the dead.
15 Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων ⸀Ἰωάννου ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου.
Then when they took breakfast, Jesus says to Simon Peter; Simon, the son of Jonah, dost thou love me with divine love more than these? He says to Him, Yes, Lord; thou knowest that I love thee as a friend. He says to him; Feed my lambs.
16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ⸀Ἰωάννου ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου.
Again He says to him a second time, Simon, the son of Jonah, do you love me with divine love? He says to Him; Thou knowest that I love thee as a friend. He says to him; Shepherdize my sheeplings.
17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων ⸀Ἰωάννου φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεναὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ ⸀εἶπεν αὐτῷ· Κύριε, ⸂πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ⸀ὁἸησοῦς· Βόσκε τὰ ⸀πρόβατάμου.
He says to him a third time; Simon, the son of Jonah, do you love me as a friend? Peter was grieved, because He said to him the third time, Do you love me as a friend? And he says to Him, Lord, thou knowest all things; and thou dost understand that I love thee as a friend. He says to Him, Feed my sheeplings.
18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ⸂σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις.
Truly, truly, I say unto you, When you were young, you girded yourself, and walked about where you wished: but when you get old, you will reach forth your hands, and another will lead you, where you do not wish.
19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι.
And He spoke this, signifying by what death he shall glorify God. And having spoken this, He says to him, Follow me.
20 ⸀Ἐπιστραφεὶςὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε;
And Peter turning sees the disciple, whom Jesus loved, following; who also leaned upon His breast in the supper, and said; Lord, who is the one having betrayed thee?
21 τοῦτον ⸀οὖνἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί;
Then Peter seeing him says to Jesus; Lord, but what shall he do?
22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ ⸂μοι ἀκολούθει.
And Jesus says to him, If I wish him to tarry until I come, what is that to thee?
23 ἐξῆλθεν οὖν ⸂οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. ⸂οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλʼ· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
Then that word went out to the brethren that that disciple does not die. And Jesus did not say to him, that he does not die; but, If I wish him to tarry until I come.
24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ ⸀ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ⸂αὐτοῦ ἡ μαρτυρία ἐστίν.
This is the disciple witnessing concerning these things, and having written the same: and we know that his testimony is true.
25 ἔστιν δὲ καὶ ἄλλα πολλὰ ⸀ἃἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθʼ ἕν, οὐδʼ αὐτὸν οἶμαι τὸν κόσμον ⸀χωρήσειντὰ γραφόμενα ⸀βιβλία